Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

ὡς δὲ τὴν ἐπὶ τῷ γάμῳ πρᾶξιν ἐθεάσατο κατωρθωμένην ὁ εὐνοῦχος αὑτῷ, χορεύειν τῷ δήμῳ καὶ στεφανηφορεῖν ὡς ἐπὶ βασιλικοῖς ἐκέλευε γάμοις, ἐσθῆτα δὲ βασιλεῖ πρέπουσαν καὶ κόσμον ἐκ τῶν βασιλείων λαβών, ταύτην τε φέρειν δοὺς βασιλικοῖς ὑπηρέταις, ἦγε διὰ μέσης τῆς πόλεως ἡγουμένου τοῦ δήμου.

πάντων δὲ οἰομένων τῇ Ῥουφίνου ταῦτα δοθήσεσθαι θυγατρὶ καὶ συμπαρατρεχόντων τοῖς φορεῦσιν, ἐπειδὴ προϊόντες ἐγένοντο τῆς Προμώτου πλησίον οἰκίας, εἰσῄεσάν τε μετὰ τῶν ἔδνων καὶ ἀποδόντες τῇ παρὰ τῷ Προμώτου παιδὶ τρεφομένῃ παρθένῳ τὴν τῷ βασιλεῖ συνοικεῖν μέλλουσαν ἔδειξαν.

οὕτως ὁ Ῥουφῖνος τῆς ἐλπίδος ἀποκρουσθείς, ἐπειδὴ συνοικοῦσαν ἄλλην ἑώρα, τὸ λειπόμενον ἐσκόπει, πῶς ἂν καὶ τὸν Εὐτρόπιον ἐκποδὼν ποιήσειε. καὶ τὰ μὲν ὑπὸ τὴν Ἀρκαδίου βασιλείαν ἐν τούτοις ἦν.