Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

Καὶ ἐπὶ τούτοις ἐπανελθὼν εἰς τὴν Κωνσταντινούπολιν τὰ περὶ τὴν βασιλέως κηδείαν ἐπραγματεύετο, σπεύδων ὅσον οὐδέπω τὴν θυγατέρα τούτῳ συνάψαι. τύχης δέ τινος ἕτερόν τι παρὰ τὸ προσδοκώμενον ἐκείνῳ πρυτανευούσης, διήμαρτε τῆς ἐλπίδος ὁ Ῥουφῖνος ἐξ αἰτίας τοιᾶσδε.

ἤστην δύο παῖδε Προμώτῳ, Θεοδοσίου περιόντος ἔτι τοῖς αὐτοῦ παισὶ συναναστρεφόμενοι: τούτων δ̓ ἅτερος εἶχε παῤ ἑαυτῷ παρθένον κάλλει λάμπουσαν ἐξαισίῳ. ταύτην Εὐτρόπιος, εἷς τῶν περὶ τὴν βασιλικὴν θεραπείαν εὐνούχων, ἀγαγέσθαι παρῄνει τῷ βασιλεῖ, τὰ περὶ τοῦ κάλλους διεξιών.

ἐπεὶ δὲ τοὺς λόγους ἡδέως ἑώρα δεχόμενον, ἔδειξε τῆς κόρης εἰκόνα, ταύτῃ τε πρὸς μείζονα τὸν Ἀρκάδιον ἐγείρας ἐπιθυμίαν ἔπεισε τὸν

220
ταύτης γάμον ἑλέσθαι, Ῥουφίνου μηδὲν ἐπισταμένου τῶν πραττομένων, οἰομένου δὲ ὅσον οὐδέπω τὴν αὑτοῦ θυγατέρα τῷ βασιλεῖ συνοικήσειν, κοινωνήσειν τε αὐτῷ μετ̓ οὐ πολὺ τῆς τῶν ὅλων ἀρχῆς.

ὡς δὲ τὴν ἐπὶ τῷ γάμῳ πρᾶξιν ἐθεάσατο κατωρθωμένην ὁ εὐνοῦχος αὑτῷ, χορεύειν τῷ δήμῳ καὶ στεφανηφορεῖν ὡς ἐπὶ βασιλικοῖς ἐκέλευε γάμοις, ἐσθῆτα δὲ βασιλεῖ πρέπουσαν καὶ κόσμον ἐκ τῶν βασιλείων λαβών, ταύτην τε φέρειν δοὺς βασιλικοῖς ὑπηρέταις, ἦγε διὰ μέσης τῆς πόλεως ἡγουμένου τοῦ δήμου.

πάντων δὲ οἰομένων τῇ Ῥουφίνου ταῦτα δοθήσεσθαι θυγατρὶ καὶ συμπαρατρεχόντων τοῖς φορεῦσιν, ἐπειδὴ προϊόντες ἐγένοντο τῆς Προμώτου πλησίον οἰκίας, εἰσῄεσάν τε μετὰ τῶν ἔδνων καὶ ἀποδόντες τῇ παρὰ τῷ Προμώτου παιδὶ τρεφομένῃ παρθένῳ τὴν τῷ βασιλεῖ συνοικεῖν μέλλουσαν ἔδειξαν.

οὕτως ὁ Ῥουφῖνος τῆς ἐλπίδος ἀποκρουσθείς, ἐπειδὴ συνοικοῦσαν ἄλλην ἑώρα, τὸ λειπόμενον ἐσκόπει, πῶς ἂν καὶ τὸν Εὐτρόπιον ἐκποδὼν ποιήσειε. καὶ τὰ μὲν ὑπὸ τὴν Ἀρκαδίου βασιλείαν ἐν τούτοις ἦν.