Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

Πᾶσαν δὲ τὴν Ἑλλάδα λῃσάμενος Ἀλάριχος ἀνεχώρησεν, ᾗ προείρηταί μοι, τῆς τε Πελοποννήσου καὶ τῆς ἄλλης ὁπόσην ὁ Ἀχελῷος ποταμὸς διαρρεῖ, διατρίβων δὲ ἐν ταῖς Ἠπείροις, ἣν οἰκοῦσι Μολοττοί τε καὶ Θεσπρωτοὶ καὶ ὅσοι τὰ μέχρις Ἐπιδάμνου καὶ Ταυλαντίων οἰκοῦσι χωρία,

249

τὸ παρὰ Στελίχωνος ἀνέμενε σύνθημα τοιόνδε πως ὄν. τοὺς τὴν Ἀρκαδίου βασιλείαν οἰκονομοῦντας ὁρῶν ὁ Στελίχων ἀλλοτρίως πρὸς αὑτὸν ἔχοντας διενοεῖτο, κοινωνῷ χρησάμενος Ἀλλαρίχῳ, τῇ Ὁνωρίου βασιλείᾳ τὰ ἐν Ἰλλυριοῖς ἔθνη πάντα προσθεῖναι, συνθήκας τε περὶ τούτου πρὸς αὐτὸν ποιησάμενος εἰς ἔργον ἄγειν ὅσον οὐδέπω τὴν ἐπιχείρησιν προσεδόκα.

προσδεχομένου δὲ Ἀλλαρίχου τῷ παραγγέλματι πειθαρχήσειν, Ῥοδογάϊσος ἐκ τῶν ὑπὲρ τὸν Ἴστρον καὶ τὸν Ῥῆνον Κελτικῶν τε καὶ Γερμανικῶν ἐθνῶν ἐς τεσσαράκοντα συναγαγὼν μυριάδας εἰς τὴν Ἰταλίαν ὥρμητο διαβῆναι.

οὗ προσαγγελθέντος ἡ μὲν πρώτη πάντας κατέπληξεν ἀκοή: τῶν δὲ πόλεων ταῖς ἐλπίσιν ἀπεγνωκότων, καὶ αὐτῆς δὲ τῆς Ῥώμης εἰς ἔσχατον οὔσης κινδύνου συνταραχθείσης, ἀναλαβὼν ὁ Στελίχων ἅπαν τὸ ἐν τῷ Τικήνῳ τῆς Λιγυστικῆς ἐνιδρυμένον στρατόπεδον ʽἦν δὲ εἰς ἀριθμοὺς συνειλεγμένον τριάκοντἀ καὶ ὅσον οἷός τε γέγονε συμμαχικὸν ἐξ Ἀλανῶν καὶ Οὔννων περιποιήσασθαι, τὴν ἔφοδον τῶν πολεμίων οὐκ ἀναμείνας αὐτὸς ἐπεραιώθη τὸν Ἴστρον ἅμα παντὶ τῷ στρατεύματι,

καὶ τοῖς βαρβάροις ἀπροσδοκήτοις ἐπιπεσὼν ἅπαν τὸ πολέμιον πανωλεθρίᾳ διέφθειρεν, ὥστε μηδένα σχεδὸν ἐκ τούτων περισωθῆναι, πλὴν ἐλαχίστους ὅσους αὐτὸς τῇ Ῥωμαίων προσέθηκεν συμμαχίᾳ. ἐπὶ ταύτῃ μέγα φρονῶν ὁ Στελίχων εἰκότως τῇ νίκῃ, μετὰ τοῦ στρατοπέδου παρὰ πάντων

250
ὡς εἰπεῖν στεφανούμενος ἐπανῄει, παρὰ πᾶσαν ἐλπίδα τῶν προσδοκηθέντων κινδύνων τὴν Ἰταλίαν ἐλευθερώσας.