Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

Πάντων δὲ δυσχεραινόντων ἐπὶ τῇ τῆς πόλεως συμφορᾷ καὶ αἰτίαν οὐκ ἄλλην ἢ τὴν ὄνου λεγομένην σκιὰν εὑρισκόντων, ἐγίνοντο μὲν οἱ περὶ τὸν βασιλέα τῆς τῶν ἐφθαρμένων ἀνανεώσεως, ἠγγέλθη δὲ τοῖς περὶ τὴν αὐλὴν ὡς τὸ τῶν Ἰσαύρων πλῆθος, ὑπερκείμενον Παμφυλίας καὶ Κιλικίας, ἐν τοῖς ἀβάτοις τοῦ Ταύρου καὶ τραχυτάτοις ὄρεσιν ἀεὶ βιοτεῦον, εἰς τάγματα διανεμηθὲν λῃστικὰ τὴν ὑποκειμένην ἐπέρχεται χώραν, πόλεσι μὲν τετειχισμέναις προσάγειν οὔπω δυνάμενοι, κώμας δὲ ἀτειχίστους καὶ πάντα τὰ ἐν ποσὶν ἐπέτρεχον.

ἐποίει δὲ ῥᾳδίας αὐτοῖς τὰς ἐπιδρομὰς ἡ προλαβοῦσα τῆς χώρας ἐκείνης ἅλωσις, ἣν ἡ Τριβιγίλδου καὶ τῶν σὺν αὐτῷ βαρβάρων πεποίηκεν ἐπανάστασις. τούτων ἀπαγγελθέντων Ἀρβαζάκιος ἐκπέμπεται στρατηγὸς ὡς δὴ τοῖς ἐν Παμφυλίᾳ πράγμασι πονοῦσιν ἐπικουρήσων. δύναμιν δὲ ἀρκοῦσαν λαβών, καὶ τοὺς λῃστεύοντας ἐν τοῖς ὄρεσι συμφυγόντας ἐπιδιώξας, κώμας τε αὐτῶν εἷλε πολλὰς καὶ ἀνδρῶν οὐκ ὀλίγον ἀπέσφαξε πλῆθος.

ῥᾷστά τε ἂν τέλεον ἐκράτησεν αὐτῶν καὶ τελείαν τοῖς οἰκοῦσι τὰς πόλεις ἀσφάλειαν ἐνεποίησεν, εἰ μὴ τρυφῇ καὶ ἀτόποις ἐγκείμενος ἡδοναῖς ἐχάλασε μὲν πολὺ τῆς σφοδρότητος, χρήμασι δὲ τὰς χεῖρας ὑποσχὼν τῆς κοινῆς ὠφελείας τὸ πλουτεῖν ἔμπροσθεν ἐποιήσατο. τῆς μὲν οὖν προδοσίας ἕνεκα ταύτης μετάπεμπτος εἰς τὰ βασίλεια γενόμενος εἰς κρίσιν προσεδοκᾶτο καθίστασθαι:

μέρος δὲ ὧν εἰλήφει παρὰ τῶν Ἰσαύρων τῇ βασιλίδι προσαγαγὼν τήν τε κρίσιν διέφυγε καὶ τὸν πλοῦτον περὶ τὴν ἐνθάδε

248
τρυφὴν ἐδαπάνα. τὰ μὲν οὖν τῶν Ἰσαύρων ἐν λαθραίαις ἦν ἔτι λῃστείαις, οὔπω πρὸς φανερὰν ἐπανάστασιν κατὰ τῶν πλησιαζόντων ἐθνῶν ἀναστάντα ---

Πᾶσαν δὲ τὴν Ἑλλάδα λῃσάμενος Ἀλάριχος ἀνεχώρησεν, ᾗ προείρηταί μοι, τῆς τε Πελοποννήσου καὶ τῆς ἄλλης ὁπόσην ὁ Ἀχελῷος ποταμὸς διαρρεῖ, διατρίβων δὲ ἐν ταῖς Ἠπείροις, ἣν οἰκοῦσι Μολοττοί τε καὶ Θεσπρωτοὶ καὶ ὅσοι τὰ μέχρις Ἐπιδάμνου καὶ Ταυλαντίων οἰκοῦσι χωρία,

249

τὸ παρὰ Στελίχωνος ἀνέμενε σύνθημα τοιόνδε πως ὄν. τοὺς τὴν Ἀρκαδίου βασιλείαν οἰκονομοῦντας ὁρῶν ὁ Στελίχων ἀλλοτρίως πρὸς αὑτὸν ἔχοντας διενοεῖτο, κοινωνῷ χρησάμενος Ἀλλαρίχῳ, τῇ Ὁνωρίου βασιλείᾳ τὰ ἐν Ἰλλυριοῖς ἔθνη πάντα προσθεῖναι, συνθήκας τε περὶ τούτου πρὸς αὐτὸν ποιησάμενος εἰς ἔργον ἄγειν ὅσον οὐδέπω τὴν ἐπιχείρησιν προσεδόκα.

προσδεχομένου δὲ Ἀλλαρίχου τῷ παραγγέλματι πειθαρχήσειν, Ῥοδογάϊσος ἐκ τῶν ὑπὲρ τὸν Ἴστρον καὶ τὸν Ῥῆνον Κελτικῶν τε καὶ Γερμανικῶν ἐθνῶν ἐς τεσσαράκοντα συναγαγὼν μυριάδας εἰς τὴν Ἰταλίαν ὥρμητο διαβῆναι.

οὗ προσαγγελθέντος ἡ μὲν πρώτη πάντας κατέπληξεν ἀκοή: τῶν δὲ πόλεων ταῖς ἐλπίσιν ἀπεγνωκότων, καὶ αὐτῆς δὲ τῆς Ῥώμης εἰς ἔσχατον οὔσης κινδύνου συνταραχθείσης, ἀναλαβὼν ὁ Στελίχων ἅπαν τὸ ἐν τῷ Τικήνῳ τῆς Λιγυστικῆς ἐνιδρυμένον στρατόπεδον ʽἦν δὲ εἰς ἀριθμοὺς συνειλεγμένον τριάκοντἀ καὶ ὅσον οἷός τε γέγονε συμμαχικὸν ἐξ Ἀλανῶν καὶ Οὔννων περιποιήσασθαι, τὴν ἔφοδον τῶν πολεμίων οὐκ ἀναμείνας αὐτὸς ἐπεραιώθη τὸν Ἴστρον ἅμα παντὶ τῷ στρατεύματι,