Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

ἐνέπεσε δὲ τὸ πῦρ καὶ εἰς τὸν εἰωθότα δέχεσθαι τὴν γερουσίαν οἶκον, πρὸ τῶν βασιλείων ὄντα, εἰς πᾶν κάλλος καὶ φιλοτιμίαν ἐξησκημένον: ἀγάλμασι γὰρ κεκαλλώπιστο τεχνιτῶν τὸ ἀξιοπρεπὲς ἐξ αὐτῆς τῆς θέας παρεχομένοις, καὶ μαρμάρων χροιαῖς αἳ κατὰ τοὺς νῦν οὐ μεταλλεύονται χρόνους.

φασὶ δὲ ὡς καὶ τὰ δείκηλα τὰ ἐν τῷ Ἑλικῶνι τὴν ἀρχὴν καθιδρυθέντα ταῖς Μούσαις, μέρος καὶ αὐτὰ τῆς κατὰ πάντων ἱεροσυλίας ἐν τοῖς Κωνσταντίνου γενόμενα χρόνοις, ἀνατεθέντα τούτῳ τῷ τόπῳ τῇ διὰ τοῦ πυρὸς ὑπήχθη διαφθορᾷ, σαφέστερόν πως τὴν καθέξουσαν ἅπαντας ἀμουσίαν μηνύοντα. θαύματος δέ τινος τηνικαῦτα γενομένου ἄξιον οὐ προσήκει παραδραμεῖν σιωπῇ.

τοῦτο τῆς γερουσίας τὸ τέμενος, οὗπερ ἕνεκα ταῦτα διέξειμι, Διὸς καὶ Ἀθηνᾶς ἀγάλματα πρὸ τῶν θυρῶν εἶχεν, ἐπί τινων βάσεων λιθίνων ἑστῶτα, καθ̓ ὃ καὶ νῦν ἔστιν αὐτὰ θεάσασθαι σχῆμα: φασὶ δὲ τὸ μὲν τοῦ Διὸς εἶναι τοῦ Δωδωναίου, τὸ δὲ τὸ ἐν τῇ Λίνδῳ πάλαι καθιδρυμένον. τοῦ πυρὸς τοίνυν ἐπινεμηθέντος ἅπαν τὸ τέμενος, ὁ μὲν ἐπικείμενος τῷ τέγει μόλιβδος ἔρρει τηκόμενος κατὰ τῶν ἀγαλμάτων, ἐφέροντο δὲ καὶ οἱ τῆς οἰκοδομίας λίθοι κατὰ τούτων, ἀντέχειν τῇ τοῦ πυρὸς φύσει μὴ δυνηθέντες.

εἰς χώματος δὲ σχῆμα τοῦ παντὸς κάλλους μεταβληθέντος, ἡ μὲν κοινὴ δόξα καὶ ταῦτα ἐτόπαζε κόνιν καὶ αὐτὰ γενέσθαι, καθαιρόμενος δὲ ὁ τόπος καὶ πρὸς ἀνανέωσιν γενόμενος εὐτρεπὴς ἔδειξε τὰ τῶν θεῶν τούτων

247
ἀγάλματα μόνα κρείττονα τῆς παντελοῦς ἐκείνης γεγονότα φθορᾶς: ὅπερ ἅπασι τοῖς χαριεστέροις ἀμείνους ἐπὶ τῇ πόλει δέδωκεν ἔχειν ἐλπίδας, ὡς δὴ τῶν θεῶν τούτων ἔχεσθαι τῆς ὑπὲρ αὐτῆς ἀεὶ βουλομένων προνοίας. ἀλλὰ ταῦτα μέν, ὅπῃ τῷ θείῳ δοκεῖ, πάντα προΐτω.