Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

ὄντος δὲ ἐν τούτοις αὐτοῦ, κοινῇ ψήφῳ βασιλεύς τε καὶ ἡ γερουσία στρατηγὸν ἐπὶ τῷ κατὰ Γαΐνην αἱροῦνται πολέμῳ Φράουιττον, ἄνδρα βάρβαρον μὲν

240
τὸ γένος, Ἕλληνα δὲ ἄλλως οὐ τρόπῳ μόνον ἀλλὰ καὶ προαιρέσει καὶ τῇ περὶ τὰ θεῖα θρησκείᾳ. τούτῳ τοίνυν ἤδη πολλαῖς διαπρέψαντι στρατηγίαις, καὶ τὴν ἑῴαν ἅπασαν ἀπὸ Κιλικίας ἄχρι Φοινίκης καὶ Παλαιστίνης τῆς ἀπὸ τῶν λῃστῶν λύμης ἐλευθερώσαντι, παραδεδώκασι τὰς δυνάμεις.

ὃ δὲ ταύτας παραλαβὼν ἀντικάθητο τῷ Γαΐνῃ, τὴν διὰ τοῦ Ἑλλησπόντου κωλύων τῶν βαρβάρων ἐπὶ τὴν Ἀσίαν διάβασιν. παρασκευαζομένου δὲ Γαΐνου πρὸς μάχην, ἀργούντων οὐκ ἠνείχετο τῶν στρατιωτῶν ὁ Φράουιττος, ἀλλὰ μελέταις συνεχέσιν ἐξήσκει, καὶ ἐπὶ τοσοῦτον ταῖς γυμνασίαις ἐπέρρωσεν ὥστε ἀντὶ τῆς πρὸ τούτου ῥᾳστώνης τε καὶ ἐκμελείας, ἐφ̓ οἷς ὁ Γαΐνης μέλλειν ἐδόκει πρὸς τὸν πόλεμον, δυσχεραίνειν.

Φράουιττος μὲν οὖν κατὰ τὴν Ἀσίαν ἐν τούτοις ἦν, νύκτωρ καὶ μεθ̓ ἡμέραν τό τε στρατόπεδον τὸ οἰκεῖον ἐπισκοπῶν καὶ τὰς τῶν ἐναντίων ἀποθεωρῶν ἐγχειρήσεις. ἐπεμελεῖτο δὲ καὶ τοῦ ναυτικοῦ: πλοῖα γὰρ ἦν αὐτῷ πρὸς ναυμαχίαν ἀρκοῦντα, Λίβερνα ταῦτα καλούμενα, ἀπό τινος πόλεως ἐν Ἰταλίᾳ κειμένης ὀνομασθέντα, καθ̓ ἣν ἐξ ἀρχῆς τούτων τῶν πλοίων τὸ εἶδος ἐναυπηγήθη.

δοκοῦσι δέ πως τὰ πλοῖα ταῦτα ταχυναυτεῖσθαι πεντηκοντόρων οὐχ ἧττον, κατὰ πολὺ τῶν τριηρικῶν ἐλαττούμενα, πλείστοις ἔτεσι πρότερον τῆς τούτων ἐκλιπούσης δημιουργίας, εἰ καὶ Πολύβιος ὁ συγγραφεὺς ἐκτίθεσθαί πως ἔδοξε τῶν ἑξηρικῶν πλοίων τὰ μέτρα, οἷς φαίνονται πολλάκις Ῥωμαῖοι καὶ Καρχηδόνιοι πολεμήσαντες πρὸς ἀλλήλους.

ὁ δὲ Γαΐνης ἐκβιασάμενος τὴν διὰ τοῦ

241
Μακροῦ τείχους ἐπὶ τὴν Χερρόνησον εἴσοδον, ἐξέτασσε τοὺς βαρβάρους παρὰ πᾶσαν τὴν Θρᾳκίαν ὀφρὺν τὴν ἀντιπαρατείνουσαν τοῖς ἀπὸ τοῦ Παρίου μέχρι Λαμψάκου καὶ Ἀβύδου καὶ τῶν ποιούντων τὴν στενὴν θάλασσαν τόπων.

ὁ μὲν οὖν Ῥωμαίων στρατηγὸς ταῖς ναυσὶ περιέπλει τὰ κατὰ τὴν Ἀσίαν χωρία, νύκτωρ τε καὶ μεθ̓ ἡμέραν τὰ ἐγχειρήματα τῶν βαρβάρων ἀποσκοπῶν: ὁ δὲ Γαΐνης ἀπορίᾳ τῶν ἐπιτηδείων ἐπὶ τῇ τριβῇ δυσανασχετῶν, ἐκ τῆς κατὰ τὴν Χερρόνησον ὕλης ξύλα τεμὼν καὶ ταῦτα συγκολλήσας ἀλλήλοις πρὸς πᾶσαν ἀκρίβειαν, ἐπιτήδειά τε πρὸς ὑποδοχὴν ἀνδρῶν τε καὶ ἵππων ἀποτελέσας, ἐνεβίβασε τούτοις μετὰ τῶν ἵππων τοὺς ἄνδρας καὶ ἀφῆκε φέρεσθαι κατὰ ῥοῦν: οὔτε γὰρ κώπαις ἰθύνεσθαι οἷά τε ἦν οὔτε ἄλλως κυβερνητῶν ἀνέχεσθαι τέχνης, σὺν οὐδεμιᾷ τέχνῃ βαρβαρικῇ δὲ ἐπινοίᾳ σχεδιασθέντα.

μείνας δὲ αὐτὸς ἐπὶ τῆς χέρσου κοινωνήσειν ὅσον οὐδέπω τῆς νίκης ἤλπισεν, ὡς οὐδαμοῦ τῶν Ῥωμαίων αὐτοῖς ἀξιομάχων φανησομένων. τοῦτο οὐκ ἔλαθε τὴν τοῦ στρατηγοῦ τῶν Ῥωμαίων ἀγχίνοιαν, ἀλλὰ τὸ ἐγχειρούμενον τεκμηράμενος βραχὺ τῆς γῆς ποιεῖ προελθεῖν τὰς ναῦς, ὡς δὲ εἶδε τὰς τῶν βαρβάρων σχεδίας πρὸς τὸ τῷ ῥεύματι δοκοῦν φερομένας, αὐτὸς πρότερον ἐπεφέρετο τῷ κατὰ πρώτην τάξιν ἀπαντήσαντι ξύλῳ: πλοῖον δὲ χαλκέμβολον ἔχων ἐξ ὑπερδεξίων ἐπῄει, καὶ ὠθῶν ἅμα καὶ βελῶν ἀφέσει τοὺς ἐμπλέοντας βάλλων αὔτανδρον καταδύει.