Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

Φλωρεντίῳ τῆς αὐλῆς ἐν τοῖς ὑπὲρ τὰς Ἄλπεις ἔθνεσιν ὑπάρχῳ γενομένῳ κατὰ τοὺς χρόνους ἐν οἷς Ἰουλιανὸς ὁ μέγας τὴν τοῦ Καίσαρος εἶχε τιμήν, Λουκιανὸς ἦν υἱός. οὗτος ἐχρῆτο προστάτῃ Ῥουφίνῳ, τὰ τιμιώτατα τῶν ὄντων αὑτῷ κτημάτων εἰς ἐκεῖνον μετενεγκών: ἐφ̓ οἷς ὁμολογῶν χάριτας ὁ Ῥουφῖνος τῷ νεανίσκῳ διετέλεσεν, ἐπαίνους αὐτοῦ παρὰ τῷ βασιλεῖ Θεοδοσίῳ διεξιών.

ὃ δὲ κόμητα τῆς ἑῴας πεποίηκεν: αὕτη δὲ ἡ ἀρχὴ βούλεται τὸν προβεβλημένον αὐτῆς ἐφεστάναι πᾶσι τοῖς τὰς τῆς ἑῴας ἐπαρχίας ἰθύνουσι καὶ ἐπὶ τοῖς οὐ κατὰ τὸ δέον πραττομένοις εὐθύνειν. ὁ Λουκιανὸς τοίνυν πᾶσαν ἀρχικὴν ἀρετὴν εἰς τοὺς ἀρχομένους ἐπιδεικνύμενος ἐπὶ δικαιοσύνῃ καὶ σωφροσύνῃ καὶ πᾶσι τοῖς ἄρχοντας κοσμεῖν δυναμένοις διαβόητος ἦν, οὔτε προσώπων διαφορὰν οὔτε ἕτερόν τι κατὰ νοῦν ἔχων, πλὴν ὧν ὁ νόμος

219

ὑπηγόρευεν. ὥστε ἀμέλει καὶ τὸν τοῦ βασιλέως θεῖον Εὐχέριον, αἰτοῦντά τι παρὰ τὸ προσῆκον, ἀποσεισάμενος εἰς τοσοῦτον ἐκίνησεν ὥστε πρὸς τὸν βασιλέα διαβαλεῖν. ἐπεὶ δὲ ὁ βασιλεὺς αἴτιον εἶπεν εἶναι Ῥουφῖνον ἀνδρὶ τοιούτῳ τοσαύτην ἀρχὴν δεδωκότα, λαβὼν πρόφασιν ὁ Ῥουφῖνος, καὶ ἐφ̓ οἷς ἐμέμψατο βασιλεὺς δῆθεν ἀγανακτῶν, οὐδενὶ τὴν γνώμην ἣν εἶχεν ἐκφήνας, ἅμα σφόδρα ὀλίγοις ἐπὶ τὴν Ἀντιόχειαν ἵεται, νυκτός τε βαθείας ἐπιδημήσας τῇ πόλει τὸν Λουκιανὸν συναρπάσας εἰς εὐθύνας ἄγει, κατηγοροῦντος παντάπασιν οὐδενός.

σφαίραις δὲ μολιβδίναις αὐτὸν κατὰ τοῦ τένοντος ἐνεκελεύετο παίεσθαι, καὶ διαλιπόντα παραχρῆμα φέρεσθαι φορείῳ κεκαλυμμένον ἐποίει, διδοὺς ἅπασιν ὑπονοεῖν ὡς οὐ τεθνηκὼς εἴη, τεύξεται δὲ πάντως φιλανθρωπίας. καὶ ἡ μὲν πόλις ἐπὶ τῷ παραλόγῳ τοῦ δράματος ἐδυσχέραινεν: ὃ δὲ τιθασσεύων τὸν δῆμον βασιλικὴν ᾠκοδόμει στοάν, ἧς οὐδὲ ἓν ἡ πόλις ἔχει διαπρεπέστερον οἰκοδόμημα.