Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

ἐπεὶ δὲ ἤλαυνον ἐπ̓ ἀλλήλους ὅ τε βασιλεὺς καὶ Προκόπιος, συναντῶσί πως σφίσιν εἰς Θυάτειρα τὰ στρατεύματα. μικροῦ δὲ ἐδέησεν ἡ Προκοπίου μερὶς ὑπερτέρα γενομένη τὴν τῶν πραγμάτων εἰς αὐτὸν μεταθεῖναι ῥοπήν, τοῦ Ὁρμίσδου τοῦ Πέρσου παιδὸς ʽὁμώνυμος δὲ ἦν τῷ πατρἲ δόξαντος ἐν τῇ μάχῃ πλεονεκτεῖν.

ἀλλὰ Γομάριος τῶν Προκοπίου στρατηγῶν ἅτερος, κοινωνῶν τῆς πράξεως ἅπασιν ὅσοι Προκοπίῳ συστρατευόμενοι τὰ βασιλέως ἐφρόνουν, ἐν αὐτῇ τῇ μάχῃ τὴν Αὐγούστου προσηγορίαν ἀναβοήσας ἅπαντας τοὺς σὺν αὐτῷ τὴν αὐτὴν ἀφιέναι φωνὴν ἔκ τινος ἐποίει συνθήματος, οὗ δὴ γενομένου

165
μετεχώρουν ἅπαντες οἱ Προκοπίου στρατιῶται πρὸς Οὐάλεντα.

ὃ δὲ μετὰ τὴν νίκην ταῖς Σάρδεσιν ἐπιδημήσας κἀκεῖθεν ἐπὶ Φρυγίαν ἐλάσας, εὑρὼν δὲ τὸν Προκόπιον ἐν Νακολείᾳ τῇ πόλει, κἀνταῦθα πάλιν Ἀγίλωνος τοῦ Προκοπίου στρατηγοῦ τὸ πρᾶγμα πρὸς τὸ τῷ βασιλεῖ λυσιτελοῦν διαθέντος, ἐνίκα κατὰ κράτος ὁ Οὐάλης, ὥστε καὶ αὐτοῦ κυριεῦσαι τοῦ τυραννήσαντος, οὐ πολλῷ δὲ ὕστερον καὶ Μάρκελλον συλλαβεῖν.

τούτους μὲν οὖν διεχρήσατο, εὑρὼν δὲ βασιλικήν τινα παρὰ Μαρκέλλῳ στολὴν ὑπὸ Προκοπίου δεδομένην αὐτῷ, καὶ διὰ τοῦτο μάλιστα κινηθείς, ἐπεξῄει πικρῶς ἅπασι, διερευνώμενος οὐ τοὺς συμπράξαντας τῇ τυραννίδι μόνον ἀλλὰ καὶ τοὺς τῆς βουλῆς κοινωνήσαντας ἢ ὅλως ἀκούσαντάς τι καὶ μὴ παραχρῆμα τὸ μελετώμενον ἀπαγγείλαντας.

πολὺς δὲ ἦν κατὰ πάντων σὺν οὐδεμιᾷ κρίσει δικαίᾳ χωρῶν, καὶ παρανάλωμα τῆς τοῦ βασιλέως ὀργῆς οἵ τε τοῦ νεωτερισμοῦ μετασχόντες καὶ οἱ κατὰ μηδὲν αἴτιοι διὰ συγγένειαν ἢ φιλίαν ἐγίνοντο.