Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

τούτῳ τῷ προτερήματι Προκόπιος ἐπαρθεὶς δυνάμεις τε κατὰ βραχὺ περιεποιεῖτο καὶ ἦν ἤδη κατὰ τὴν τῶν πολλῶν δόξαν ἀξιόμαχος τοῖς βασιλεῦσι: Ῥωμαίων τε γὰρ τάγματα καὶ βαρβάρων αὐτῷ πλῆθος προσετίθετο. πρὸς τοῦτο δὲ αὐτοὺς ἐπεσπάσατο τῆς Ἰουλιανοῦ τοῦ βασιλέως συγγενείας τὸ κλέος καὶ τὸ συνεστρατεῦσθαι καθ̓ ἅπαντας τοὺς διαπονηθέντας ἐκείνῳ πολέμους.

ἤδη δὲ τῶν ἐπιφανῶν τινὰς ἔστελλε πρὸς τὸν ἔχοντα τὴν τῶν ὑπὲρ τὸν Ἴστρον Σκυθῶν ἐπικράτειαν: ὃ δὲ μυρίους ἀκμάζοντας ἔπεμπε συμμάχους αὐτῷ. καὶ ἄλλα

164
δὲ βάρβαρα ἔθνη συνῄει μεθέξοντα τῆς ἐγχειρήσεως. λαβὼν δὲ εἰς ἔννοιαν ὡς οὐ πρὸς ἄμφω δή οἱ τοὺς βασιλέας ἀγωνιστέον, ἄμεινον ἔκρινεν εἶναι τῷ πλησιάζοντι διαμάχεσθαι τέως, εἶτα σκέψασθαι τὸ πρακτέον.

Ἀλλὰ Προκόπιος μὲν ἐν τούτοις ἦν, ὁ δὲ βασιλεὺς Οὐάλης τὴν ἐπανάστασιν ἐν τῇ κατὰ Φρυγίαν Γαλατίᾳ πυθόμενος κατεπλάγη μὲν ἅμα τῇ ἀκοῇ καὶ ἐπίμπλατο ταραχῆς, Ἀρβιτίωνος δὲ θαρρεῖν κελεύσαντος ἔταττε μὲν ὡς εἰς πόλεμον τὰς οὔσας δυνάμεις, ἔστελλε δὲ πρὸς τὸν ἀδελφὸν τοὺς ἀπαγγελοῦντας ὅσοις ὁ Προκόπιος ἐνεχείρησεν.

ἀλλὰ Οὐαλεντινιανὸς μὲν ἀπέγνω μὴ βοηθεῖν ἀνδρὶ πρὸς φυλακὴν οὐκ ἀρκέσαντι τῆς αὐτῷ παραδεδομένης ἀρχῆς, ὁ δὲ Οὐάλης εἰς μάχην παρεσκευάζετο, τὴν στρατηγίαν Ἀρβιτίωνος εἰς τὸν κατὰ Προκοπίου προχειρισάμενος πόλεμον. μελλόντων δὲ ὅσον οὐδέπω τῶν στρατοπέδων εἰς χεῖρας ἰέναι, κατεστρατήγει τὴν τούτου προπέτειαν Ἀρβιτίων, ὑπαγόμενος ὅτι πλείστους τῶν συστρατευομένων, καὶ παρὰ τούτων ὅσα Προκόπιος ἐβουλεύετο προμανθάνων.