Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

θορύβου δὲ μεγίστου τὴν πόλιν ἅπασαν ἔχοντος, οὐδενός τε ὄντος ἐν ἑαυτῷ τῶν φρονεῖν τὰ δέοντα δυναμένων διὰ τὸ τῆς ἐγχειρήσεως ἀπροσδόκητον, ἔτι τοὺς πολλοὺς ὁ Προκόπιος λανθάνειν ἐδόκει, βεβαιώσειν ἑαυτῷ τὸ

163

κράτος, εἰ λάθοι τέως, οἰόμενος. καὶ συλλαβὼν Καισάριον, ὃν ἔτυχον οἱ βασιλεῖς πόλεως ὕπαρχον καταστήσαντες, ἔτι δὲ καὶ Νευρίδιον, ᾧ τῆς αὐλῆς μετὰ Σαλούστιον παρέδωκαν τὴν ἀρχήν, γράφειν τὰ αὐτῷ δοκοῦντα τοῖς ὑπηκόοις ἠνάγκαζεν. ἐφύλαττε δὲ ἰδίᾳ ἕκαστον, τὸ μὴ κοινωνῆσαι σκέμματος αὐτοῖς ἀποκλείων.

τούτων δὲ αὐτῷ βεβουλευμένων εἰς τὰ βασίλεια προῄει λαμπρός, ἀνελθὼν δὲ εἰς τὸ πρὸ τῆς αὐλῆς βῆμα, καὶ πληρώσας ἐλπίδων καὶ ἁδρῶν ὑποσχέσεων ἅπαντας, εἰσῄει τῶν λοιπῶν ἐπιμελησόμενος. τῶν βασιλέων τοίνυν ἄρτι τὰ στρατόπεδα διελομένων, ᾠήθη δεῖν ὁ Προκόπιος ἔτι τοῖς στρατιώταις οὖσιν ἀτάκτοις, κατὰ κέλευσίν τινα τῶν βασιλέων τόπους ἐκ τόπων ἀμείβουσιν, ἐπιπέμψαι τινάς, οἳ δυνήσονται πάντας οὓς ἂν οἷοί τε ὦσιν ὡς αὐτὸν μεταστῆσαι.

καὶ τοῦτο ῥᾳδίως ἠνύετο, χρημάτων αὐτοῖς τε καὶ τοῖς τούτων ἡγουμένοις διαδοθέντων: συνῄει τε πλῆθος οὐκ εὐκαταφρόνητον αὐτῷ, καὶ πρὸς ἐπίθεσιν ἀνέδην παρεσκευάζετο. πέμπει μὲν οὖν εἰς τὴν Βιθυνίαν μετὰ δυνάμεως Μάρκελλον ἐπὶ συλλήψει Σερηνιανοῦ καὶ τῶν σὺν αὐτῷ βασιλικῶν ἱππέων, ἐκ καραδοκίας τοῦ διαφθεῖραι.

συμφυγόντων δὲ αὐτῶν εἰς τὴν Κύζικον, τὴν μὲν πόλιν εἷλε Μάρκελλος ναυμαχίᾳ καὶ πεζῇ δυνάμει κρατήσας, Σερηνιανὸν δὲ διαφυγόντα καὶ εἰς τὴν Λυδίαν ἀναχωρήσαντα συλλαβὼν διεχρήσατο.