Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

Ταῦτά τε διαθείς, καὶ τὸν νεώτερον τῶν παίδων Ὁνώριον ἅμα ἑαυτῷ συνεξαγαγών, τὰ ἐν μέσῳ πάντα διέδραμεν ἔθνη, καὶ τῆς διὰ τῶν Ἄλπεων παρόδου κρατήσας παρὰ πᾶσαν ἐλπίδα τοῖς πολεμίοις ἐπέστη.

καὶ τὸν μὲν Εὐγένιον τῷ παραλόγῳ κατέπληξεν: οἰηθεὶς δὲ ἄμεινον εἶναι τὸ βάρβαρα τάγματα τοῖς ἐναντίοις καθεῖναι καὶ τούτοις πρότερον διακινδυνεύειν, Γαΐνην ἔταξε σὺν τοῖς ὑπ̓ αὐτὸν ἔθνεσιν ἐπελθεῖν, ἑπομένων αὐτῷ καὶ τῶν ἄλλων ἡγεμόνων, ὅσοι τῶν βαρβαρικῶν ἔλαχον ἐξηγεῖσθαι ταγμάτων, ἱππέων τε ὁμοῦ καὶ ἱπποτοξοτῶν καὶ πεζῶν.

ἀντεπεξελθόντος δὲ Εὐγενίου παντὶ τῷ στρατεύματι συμπεσόντων ἀλλήλοις τῶν στρατοπέδων, ἡλίου μὲν ἔκλειψιν ἐν αὐτῷ τῷ καιρῷ τῆς μάχης συνέβη γενέσθαι τοιαύτην ὥστε νύκτα εἶναι μᾶλλον ἐπὶ πλείονα νομίζεσθαι χρόνον, νυκτομαχοῦντα δὲ τρόπον τινὰ τὰ στρατεύματα τοσοῦτον ἐργάσασθαι φόνον ὥστε κατ̓ αὐτὴν τὴν ἡμέραν τὸ μὲν πολὺ μέρος τῶν Θεοδοσίῳ τῷ βασιλεῖ συμμαχούντων ἀποθανεῖν, καὶ τῶν στρατηγῶν Βακούριον ἀνδρειότατα τῶν σφετέρων προκινδυνεύσαντα, τοὺς δὲ ἄλλους παραλόγως ἅμα τοῖς περιλειφθεῖσι διαφυγεῖν.

ἐπεὶ οὖν νυκτὸς γενομένης ἐφ̓ ἑαυτῶν ἐγίνετο τὰ στρατόπεδα, ὁ μὲν Εὐγένιος ἐπαρθεὶς τῷ προτερήματι δῶρά τε διένειμε τοῖς ἠριστευκόσι καὶ ἐνεδίδου δειπνεῖν, ὡς δὴ μηδενὸς ἔτι μετὰ τοσοῦτον ἐλάττωμα πολέμου γενησομένου: τῶν δὲ ἐπὶ τὸ ἑστιᾶσθαι τραπέντων, ὁ βασιλεὺς Θεοδόσιος ὄρθρον ἤδη μέλλοντα θεασάμενος ἐπέπεσε σὺν παντὶ τῷ στρατεύματι κειμένοις ἔτι τοῖς πολεμίοις,

καὶ οὐδενὸς ὧν ἔπασχον αἰσθανομένους ἀπέσφαττε. προελθὼν

215
δὲ καὶ μέχρι τῆς Εὐγενίου σκηνῆς καὶ τοῖς ἀμφ̓ αὐτὸν ἐπιθέμενος ἀνεῖλε τοὺς πλείονας. ἔνιοι δὲ τῇ καταπλήξει διεγερθέντες καὶ ὁρμήσαντες εἰς φυγὴν ἥλωσαν: ἐν οἷς καὶ αὐτὸς Εὐγένιος ἦν, ὃν συναρπάσαντες καὶ τὴν κεφαλὴν ἀφελόμενοι κοντῷ τε διαπείραντες μακροτάτῳ πᾶν περιέφερον τὸ στρατόπεδον, δεικνύντες τοῖς ἔτι τἀκείνου φρονοῦσιν ὡς προσήκει Ῥωμαίους ὄντας ὡς τὸν βασιλέα ταῖς γνώμαις ἐπανελθεῖν, ἐκποδὼν μάλιστα τοῦ τυράννου γεγενημένου.

πάντες μὲν οὖν ὡς εἰπεῖν οἱ μετὰ τὴν νίκην ὑπολειφθέντες ἐπὶ τὸν βασιλέα δραμόντες τοῦτόν τε Αὔγουστον ἀνεβόησαν καὶ ἐπὶ τοῖς ἡμαρτημένοις ἠξίουν ἔχειν συγγνώμην, καὶ ὁ βασιλεὺς ῥᾷον ἐπένευεν: Ἀρβογάστης δὲ τυχεῖν ὑπὸ Θεοδοσίου φιλανθρωπίας οὐκ ἀξιώσας ἐπὶ τὰ τραχύτατα συνέφυγε τῶν ὀρῶν, αἰσθόμενος δὲ ὡς πάντα περινοστοῦσι τόπον οἱ τοῦτον ἐπιζητοῦντες ἑαυτὸν ὑπέσχε τῷ ξίφει, τὸν ἑκούσιον θάνατον τῆς ὑπὸ τῶν ἐχθρῶν συλλήψεως προτιμήσας.