Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

Ἀλλὰ ταῦτα μὲν ὁ βασιλεὺς ἀκηκοὼς ἤνεγκέ τε μετρίως καὶ ἐν αὑτοῖς δαπανᾶσθαι δυσμεναίνοντας συνεχώρησε, τοὺς δὲ πρέσβεις δώροις τε καὶ λόγοις ἀπαγαγὼν τὸ μέτριον ἐν ἑαυτοῖς ἔχειν δοκοῦσιν ἔπεμπεν ἐπ̓ οἴκου, καὶ μετὰ τὴν ἐκείνων ἀποδημίαν τῶν τοῦ πολέμου παρασκευῶν εἴχετο.

κεφάλαιον δὲ τῆς παρασκευῆς, ὥσπερ οὖν ἔστιν, οἰόμενος εἶναι τὴν τῶν στρατηγῶν αἵρεσιν, τῶν μὲν Ῥωμαϊκῶν στρατοπέδων ἔταξεν ἡγεῖσθαι Τιμάσιον καὶ ἐπὶ τούτῳ Στελίχωνα ʽσυνῴκει δὲ οὗτος Σερήνῃ Θεοδοσίου τοῦ βασιλέως ἀδελφοῦ θυγατρἴ, τοὺς δὲ συμμαχοῦντας αὐτῷ βαρβάρους ὑπὸ Γαΐνῃ ἔταξε καὶ Σαούλ.

ἐκοινώνει δὲ τῆς ἀρχῆς αὐτοῖς καὶ Βακούριος, ἕλκων μὲν ἐξ Ἀρμενίας τὸ γένος, ἔξω δὲ πάσης κακοηθείας ἀνὴρ μετὰ τοῦ καὶ τὰ πολεμικὰ πεπαιδεῦσθαι. ἡ μὲν οὖν ἀρχαιρεσία τοῦτον αὐτῷ διετέθη τὸν τρόπον, ἤδη δὲ αὐτῷ πρὸς τὴν ἔξοδον ἐπειγομένῳ συμβέβηκε Γάλλαν τὴν γαμετὴν ἐν ταῖς ὠδῖσιν αὐταῖς τελευτῆσαι, σὺν τῷ βρέφει καὶ τὸν βίον ἀποθεμένην.

ταύτην μὲν οὖν κατὰ τὸν Ὁμηρικὸν νόμον ὁ βασιλεὺς ἐπ̓ ἤματι δακρύσας ἀπεχώρει σὺν τῷ στρατῷ τὰ κατὰ τὸν πόλεμον διαθήσων, ἀπολιπὼν Ἀρκάδιον τὸν υἱόν, ἤδη πρὸ τούτου βασιλέα καθεσταμένον. ἐπεὶ δὲ

214
νέος ἦν ἔτι, τὸ λεῖπον εἰς φρόνησιν αὐτῷ διὰ τὴν νεότητα θεραπεύων ἀπέλιπεν αὐτόθι Ῥουφῖνον, ἅμα τε τῆς αὐλῆς ὕπαρχον ὄντα καὶ ἐς πᾶν ὁτιοῦν ἕτερον τῆς ἑαυτοῦ κυριεύοντα γνώμης, πράττοντά τε ὅσα βασιλεῖ δίδωσιν ἡ τῆς ὑπεροχῆς ἐξουσία.