Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

Ἅμα τῷ παραλαβεῖν τὴν βασιλείαν Θεοδόσιος βαρβάρους τινὰς εἰς φιλίαν καὶ ὁμαιχμίαν ἐδέξατο, ἐλπίσιν αὐτοὺς καὶ δωρεαῖς ἄλλαις τιμήσας: εἶχε δὲ ἐν θεραπείᾳ πάσῃ καὶ τοὺς ἑκάστης φυλῆς ἡγουμένους καὶ τραπέζης ἠξίου κοινῆς.

οὗτοι διέστησαν ταῖς γνώμαις ἔριδος ἐν αὐτοῖς κινηθείσης: οἲ μὲν γὰρ ἔφασκον ἄμεινον εἶναι καταφρονῆσαι τῶν ὅρκων, οὓς ἔτυχον δεδωκότες ὅτε Ῥωμαίοις ἑαυτοὺς ἐνεδίδοσαν, οἲ δὲ τοὐναντίον κατὰ μηδένα τρόπον ἐναντιωθῆναι τοῖς συγκειμένοις. ἦν δὲ ὁ μὲν πατῆσαι τὴν πίστιν ἐθέλων καὶ πρὸς τοῦτο τοὺς ὁμοφύλους παρακαλῶν Ἐρίουλφος,

Φράουιττος δὲ ὁ τοῖς ὀμωμοσμένοις ἐμμεῖναι φιλονεικῶν. καὶ ἐπὶ πολὺ μὲν ταύτην ἔχοντες ἐν ἑαυτοῖς τὴν ἔριν ἐλάνθανον: ἐπεὶ δὲ τραπέζης ἠξιωμένοι βασιλικῆς, ἐκτεινομένου τοῦ πότου

213
παρετράπησαν καὶ εἰς ὀργὴν ἐξενεχθέντες ἣν εἶχον ἐξέφηναν γνώμην, ὁ μὲν βασιλεὺς τῆς ἑκάστου προαιρέσεως αἰσθόμενος διέλυσε τὴν ἑστίασιν, ἀναχωρήσαντες δὲ τῶν βασιλείων εἰς τοσοῦτον ἐξέστησαν ἕως οὐκ ἐνεγκὼν ὁ Φράουιττος εἵλκυσέ τε τὸ ξίφος καὶ τὸν Ἐρίουλφον παίσας ἀνεῖλεν. ὡς δὲ ἐπελθεῖν οἱ τούτου στρατιῶται τῷ Φραουίττῳ διενοήθησαν, ἐν μέσῳ στάντες οἱ βασιλικοὶ δορυφόροι περαιτέρω προελθεῖν τὴν στάσιν ἐκώλυσαν.