Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

Τῶν δὲ τὰς ἀρχὰς ἐπιτετραμμένων ἐν τιμῇ κατ̓ ἐξαίρετον ἤγετο Ῥουφῖνος, Κελτὸς τὸ γένος, μάγιστρος τῶν ἐν τῇ αὐλῇ τάξεων καταστάς: τούτῳ γὰρ πάντα ὁ βασιλεὺς κατεθάρρει, τῶν ἄλλων ὀλιγωρῶν. ὅπερ ἐκίνει Τιμάσιον καὶ Πρόμωτον μετὰ τοσούτους ὑπὲρ τῆς πολιτείας κινδύνους ἐν δευτέρᾳ τάξει κειμένους. ἐφ̓ οἷς ὁ Ῥουφῖνος ὡρᾳζόμενος καὶ ἀναβεβηκὼς τῷ φρονήματι σκέμματος κοινοῦ προκειμένου θρασύτερόν τι ῥῆμα εἰς τὸν Πρόμωτον ἀπέρριψεν.

ὃ δὲ οὐκ ἐνεγκὼν ἐπήγαγε τῷ προσώπῳ τὴν χεῖρα καὶ ἔπληξεν. ὃ δὲ εἰσελθὼν καὶ τῷ βασιλεῖ τὸ πρόσωπον δείξας τοσοῦτον ἐξανέστησεν εἰς ὀργὴν ὥστε εἰπεῖν, εἰ μὴ τὸν κατὰ Ῥουφίνου φθόνον ἀπόθοιντο, ταχέως αὐτὸν ὄψονται βασιλεύοντα. ταῦτα ὁ Ῥουφῖνος ἀκηκοώς, ἐπειδὴ καὶ ἄλλως ἦν ἅπασιν ἔγκοτος διὰ φιλοπρωτείας ὑπερβολήν, ἀναπείθει τὸν βασιλέα κελεῦσαι τῶν βασιλείων ἔξω που διατρίβειν Προμώτῳ καὶ τῇ περὶ τὰ πολέμια μελέτῃ τοὺς στρατιώτας ἀσκεῖν.

καὶ ἐπειδὴ τοῦτο κατέπραξε, καθίζει λόχον αὐτῷ βαρβάρων ποιουμένῳ τὴν ἐπὶ Θρᾴκην ὁδοιπορίαν. οἳ δὲ τὸ σύνθημα δεξάμενοι, μηδὲν προϊδομένῳ τοιοῦτον ἐπιθέμενοι, κατασφάζουσιν ἄνδρα πλούτου μὲν κρείττονα γεγονότα, χρησάμενον δὲ τῇ πολιτείᾳ καὶ τοῖς βασιλεῦσιν εἰλικρινῶς, ἄξια δὲ τῆς προαιρέσεως ἐπίχειρα κομισάμενον, ὅτι τοῖς οὕτως ἐκμελῶς καὶ ἀσεβῶς τὰ κοινὰ πράγματα διαθεῖσιν ὑπηρετήσατο.