Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

Ὁ δὲ στρατηγὸς Τιμάσιος, τοῦ βασιλέως ἀγασθεὶς τὴν ἀνδρείαν, ἀσίτοις οὖσι τοῖς στρατιώταις καὶ οὐκέτι πρὸς τοὺς ἐν τοῖς τέλμασι πόνους ἀρκεῖν δυναμένοις τροφῆς ἠξίου συγχωρηθῆναι μεταλαβεῖν. τοῦ δὲ ἐνδόντος ἡ μὲν σάλπιγξ ἠχοῦσα τὸ ἀνακλητικὸν ἀφίστη τοὺς στρατιώτας τοῦ ἔργου καὶ τῆς κατὰ τῶν βαρβάρων ἐπιφορᾶς, ἀναχωρήσαντες δὲ ἐπὶ τὴν εὐωχίαν καὶ ταύτης ἐμφορηθέντες, οἴνῳ τε καὶ πόνῳ συνειλημμένοι,

βαθύτατον ἐκάθευδον ὕπνον. ὅπερ αἰσθόμενοι τῶν βαρβάρων οἱ περιλελειμμένοι, ὅπλα τε ἀνέλαβον καὶ προσπεσόντες ὕπνῳ καὶ μέθῃ τοῖς στρατιώταις κεκρατημένοις κατεκέντουν δόρασί τε καὶ ξίφεσι καὶ παντὶ τῷ πρὸς φόνον ἀρκοῦντι. συνανῄρητο δ̓ ἂν ἁπάσῃ τῇ στρατιᾷ καὶ ὁ βασιλεὺς αὐτός, εἰ μή τινες τῶν οὔπω θοίνης μεταλαβόντων ἔδραμον ἐπὶ τὴν τοῦ βασιλέως σκηνήν, τὸ συμβὰν ἐξαγγέλλοντες: ἐφ̓ οἷς αὐτός τε καὶ οἱ σὺν αὐτῷ ταραχθέντες φυγῇ τὸν ἐπικείμενον κίνδυνον ἔγνωσαν ἀποδρᾶναι.

φεύγουσι δὲ αὐτοῖς ὑπαντήσας Πρόμωτος ʽἔτυχε γὰρ ὑπὸ τοῦ βασιλέως μετάπεμπτος γεγονὼσ̓ τὸν μὲν βασιλέα περισώζειν αὑτόν τε καὶ τοὺς αὐτῷ συνόντας ἠξίου: τῶν γὰρ βαρβάρων αὑτῷ μελήσειν, ἀξίαν τῆς αὐτῶν ἀπονοίας ἐπιθήσοντι δίκην. καὶ ἅμα

207
ταῦτα λέγων ἐπῄει, καὶ εὑρὼν ἔτι τοῖς καθεύδουσιν ἐγκειμένους ἐπῆλθέ τε μετὰ πάσης ὀξύτητος, καὶ τοσούτους ἀνεῖλεν ὥστε ἢ οὐδένα ἢ σφόδρα ὀλίγους εἰς τὰ ἕλη συμφυγόντας περισωθῆναι.