Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

Αὐτὸς δὲ εἰς τὴν Θεσσαλονίκην ἐπανελθὼν οὐ τὴν τυχοῦσαν εὗρεν ἐν τοῖς Μακεδόνων πράγμασι ταραχήν. ὅσοι γὰρ τῶν βαρβάρων ἐν τοῖς ἕλεσι καὶ ταῖς περὶ τὰς λίμνας ὕλαις ἑαυτοὺς ἀποκρύψαντες ἐκ τῆς προτέρας τῶν Ῥωμαίων ἐφόδου περιεσώθησαν, τῆς περὶ τὸν ἐμφύλιον πόλεμον ἀσχολίας Θεοδοσίου τοῦ βασιλέως λαβόμενοι τὰ Μακεδόνων καὶ Θεσσαλῶν ἐλῄζοντο, μηδενὸς αὐτοῖς ἐναντιωθέντος.

ἐπεὶ δὲ

205
τὰ τῆς νίκης αὐτοῖς καὶ τῆς ἐπανόδου τοῦ βασιλέως ἠγγέλθη, τοῖς ἕλεσιν αὖθις ἑαυτοὺς ἐναπέκρυψαν, αὐτόθεν τε λαθραίως ἐπανιστάμενοι, τὰ ἐν ποσί τε ἄγοντες καὶ φέροντες, ἡμέρας ἐπιφαινομένης ἐπὶ τοὺς συνήθεις τόπους ἐχώρουν, ὥστε περιῆν τῷ βασιλεῖ λογίζεσθαι φάσματα μᾶλλον ἢ ἀνθρώπους εἶναι τοὺς ἐπιόντας.

ἀπορῶν τοίνυν ἐκοινώσατο μὲν οὐδενὶ τὸ πρακτέον, ἀναλαβὼν δὲ ἄχρι πέντε ἱππέων τὸν ἀριθμόν, καὶ ἑκάστῳ τρεῖς ἵππους ἢ τέσσαρας ἕλκειν ἀπὸ ῥυτῆρος εἰπών, ὥστε ἐπειδὰν ὁ τὸν ἱππέα φέρων ἵππος ἀπείποι τῷ πόνῳ, μεταβαίνειν ἐπὶ τὸν ἕτερον, τούτῳ τε τῷ τρόπῳ πρὸς πᾶσαν ἀρκέσαι τοὺς ἵππους κακοπάθειαν ἧς κατὰ νοῦν ἔλαβεν ἐγχειρήσεως, οὐδενὶ τῶν θεωμένων ὅτι βασιλεὺς εἴη διδοὺς ὑποπτεύειν, περιενόστει τοὺς ἀγρούς, καὶ εἴ που τροφῆς ἅμα τοῖς σὺν αὐτῷ δεηθείη, παρὰ τῶν ἀγροίκων αἰτῶν, ἐνέτυχε καταλύματι βραχεῖ παρὰ γραὸς οἰκουμένῳ, καὶ στέγης αὑτῷ μεταδοθῆναι καὶ ποτοῦ παρεκάλει.

τῆς δὲ γραὸς φιλοφρόνως αὐτὸν ὑποδεξαμένης, οἴνου τε καὶ τῶν ἄλλων ὅσα ἔτυχεν ἔχουσα μεταδούσης, ἐπειδὴ νὺξ ἐγένετο, αὐτόθι καθεύδειν ἐδεῖτο. τῆς δὲ πρεσβύτιδος καὶ πρὸς τοῦτο ἐνδούσης, κείμενος ὁ βασιλεὺς ἔν τινι μέρει τῆς καταλύσεως ἄνθρωπον ἐθεάσατο φθεγγόμενον μὲν οὐδὲ ἕν, ἐοικότα δὲ λανθάνειν ἐθέλοντι.

καὶ τοῦτο θαυμάσας ὡς ἑαυτὸν ἐκάλει τὴν γραῦν, καὶ ἐπυνθάνετο τίς εἴη καὶ πόθεν. τῆς δὲ ἀγνοεῖν εἰπούσης, καὶ κατὰ ποίαν ἀφίκετο χρείαν, τοῦτο δὲ εἰδέναι φασκούσης ὅτι γε ἀφ̓ οὗ Θεοδόσιος ὁ βασιλεὺς ἐπανιέναι μετὰ τῆς στρατιᾶς ἠγγέλθη, καταλύσας παῤ αὐτῇ καὶ τὴν ὑπὲρ τῆς τροφῆς τιμὴν ἑκάστης ἡμέρας ἀποδιδούς, τὴν ἡμέραν ἅπασαν τῆς οἰκίας ἐξιών, ὅποι βούλεταί τε περινοστῶν, νυκτὸς ἐπαγομένης ἐπανιὼν ὥσπερ ἐκ κόπου τροφῆς τε μεταλαμβάνει καὶ κεῖται κατὰ τὸ νῦν ὁρώμενον σχῆμα, ταῦτα ὁ βασιλεὺς ἀκούσας, τεκμαιρόμενός τε ὡς οὐ προσήκει τοὺς τῆς πρεσβύτιδος λόγους ἀνεξετάστους καταλιπεῖν, συναρπάσας τὸν ἄνθρωπον ὅστις εἴη λέγειν ἀπῄτει.

τοῦ δὲ οὐδὲν ἀνασχομένου παντάπασιν ἀποκρίνασθαι βάσανοι διὰ μαστίγων ἐπήγοντο. τοῦ δὲ

206
μηδὲ τῇ διὰ τούτων ἐνδόντος ἀνάγκῃ, ξίφεσιν ἀμύττειν αὐτῷ τὸ σῶμα τοῖς ἱππεῦσιν ἐνεκελεύετο, προσθεὶς ὅτι αὐτὸς ὁ βασιλεὺς Θεοδόσιος εἴη. τοῦτο ἀκούσας ὁ ἄνθρωπος ἐξέφαινέ τε ὅστις εἴη καὶ τῶν ἐν τοῖς ἕλεσι κρυπτομένων βαρβάρων εἶναι κατάσκοπος ἔλεγεν, ἀπαγγέλλειν τε αὐτοῖς ὁ στρατὸς ὅποι εἴη καὶ ποίοις ἐπιέναι τόποις ἢ ἀνδράσι προσήκει.

τούτου μὲν οὖν παραχρῆμα ἀπέτεμε τὴν κεφαλήν, ἐλάσας δὲ πρὸς τὸ στρατόπεδον οὐ πόρρωθεν αὐλιζόμενον ἄγει τε αὐτοὺς ἔνθα ἔγνω τοὺς βαρβάρους ἐνδιαιτᾶσθαι, σὺν αὐτοῖς τε ἐπιπεσὼν ἡβηδὸν πάντας διέφθειρε, τοὺς μὲν τοῖς ἕλεσι κρυπτομένους ἐξάγων, τοὺς δὲ καὶ ἐν τοῖς ὕδασιν ἀποσφάττων, ὥστε φόνον τῶν βαρβάρων γενέσθαι πολύν.