Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

Οὐαλεντινιανοῦ δὲ τῷ αἰφνιδίῳ καὶ παρὰ πᾶσαν ἐλπίδα καταπλαγέντος, δέος εἰσῄει τοὺς ἀμφ̓ αὐτὸν μὴ καὶ ζωγρίαν ἑλὼν ὁ Μάξιμος διαχρήσηται. τότε δὴ νεὼς ἐπιβὰς ἐπὶ τὴν Θεσσαλονίκην ἀπῇρε. συναπέπλει δὲ αὐτῷ καὶ ἡ μήτηρ Ἰουστῖνα, Μαγνεντίῳ μέν, ὡς εἴρηταί μοι, πρότερον συνοικήσασα, μετὰ δὲ τὴν ἐκείνου καθαίρεσιν Οὐαλεντινιανῷ τῷ βασιλεῖ διὰ κάλλους ὑπερβολὴν συναφθεῖσα,

καὶ τὴν θυγατέρα Γάλλαν ἐπαγομένη. διαπλεύσαντες δὴ τὰ τοσαῦτα πελάγη καὶ τῇ Θεσσαλονίκῃ προσορμισθέντες πρεσβείᾳ πρὸς Θεοδόσιον ἐχρῶντο τὸν βασιλέα, νῦν γοῦν αὐτὸν τῇ κατὰ παντὸς τοῦ Οὐαλεντινιανοῦ γένους ἀσελγείᾳ τιμωρῆσαι παρακαλοῦντες. ὃ δὲ καὶ πρὸς αὐτὴν τὴν ἀκοὴν

201
ἐκπλαγεὶς λήθην μέν τινα τῆς ἄγαν ἐποιεῖτο τρυφῆς καὶ τῇ περὶ τὰς ἡδονὰς ἐνεδίδου μανίᾳ, βουλῆς δὲ προτεθείσης ἐδόκει τὴν Θεσσαλονίκην αὐτὸν ἅμα τισὶ τῶν ἀπὸ τῆς γερουσίας καταλαβεῖν.

οὗ δὴ γενομένου τελεία περὶ τοῦ πρακτέου προετίθετο γνώμη, καὶ κοινῷ δόγματι συνεδόκει τοῖς Μαξίμῳ πεπλημμελημένοις ἐπεξελθεῖν: μὴ γὰρ εἶναι βιωτὸν ἀνθρώπῳ Γρατιανὸν μὲν ἀνελόντι καὶ τὴν βασιλείαν οἰκειωσαμένῳ τὴν τούτου, καὶ ἐπειδὴ τοῦτο προεχώρησεν, ὁδῷ προελθόντι καὶ τῆς λελειμμένης ἀρχῆς τὸν ἀδελφὸν τὸν ἐκείνου παρελομένῳ.