Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

Πόλις ἔστιν ἐν τῇ κατὰ Θρᾴκην Σκυθίᾳ Τομεὺς ὀνομαζομένη. τῶν ἐνιδρυμένων ταύτῃ στρατιωτῶν ἡγεῖτο Γερόντιος, ἀνὴρ καὶ ῥώμῃ σώματος καὶ μελέτῃ πρὸς πᾶσαν πολεμικὴν χρείαν ἀρκῶν. ἦσαν δὲ πρὸ ταύτης τῆς πόλεως ὑπὸ βασιλέως ἀριστίνδην ἐκστάντες βάρβαροι, τῇ τε τῶν σωμάτων ἀνατρέχοντες εὐφυΐᾳ καὶ ἀνδρείᾳ πολὺ τῶν ἄλλων διαφέροντες.

οὗτοι καὶ σιτήσεων ὑπὲρ τοὺς στρατιώτας καὶ ἄλλων παρὰ βασιλέως ἠξιωμένοι δωρεῶν οὐκ εὐνοίᾳ τὰς εἰς αὐτοὺς ἀμείβεσθαι διενοοῦντο τιμὰς ἀλλὰ τῇ εἰς τὸν ἄρχοντα ὑπεροψίᾳ καὶ τῇ περὶ τοὺς στρατιώτας καταφρονήσει. ταύτης αὐτῶν αἰσθανόμενος τῆς προαιρέσεως ὁ Γερόντιος, καὶ ὡς ἐγχειρῆσαι διανοοῦνται τῇ πόλει καὶ συνταράξαι τὰ καθεστῶτα, κοινοῦται τῶν στρατιωτῶν τοῖς φρονήσει μάλιστα διαφέρουσιν, ἐπεξελθεῖν τῇ τῶν βαρβάρων ἀσελγείᾳ καὶ ὕβρει βουλόμενος.

ὡς δὲ διὰ δειλίαν ἑώρα ὀκνοῦντας καὶ αὐτὸ τὸ κίνημα τῶν βαρβάρων δεδιότας, ἀναλαβὼν τὰ ὅπλα καὶ τῶν ὑπασπιστῶν σφόδρα εὐαριθμήτους παντὶ τῷ τῶν βαρβάρων ἀντετάττετο πλήθει, καὶ τὰς πύλας ἀναπετάσας ἀπήντα, τῶν στρατιωτῶν ἢ καθευδόντων ἔτι καὶ τῷ ὄκνῳ πεπεδημένων ἢ πρὸς τὸ τεῖχος ἀναδραμόντων καὶ τὰ γινόμενα θεωμένων.

τοῖς δὲ βαρβάροις ἐπῄει γελᾶν τὴν τοῦ Γεροντίου παραφροσύνην,

197
καὶ θανατᾶν οἰόμενοι τὸν ἄνθρωπον ἐπέπεμπον αὐτῷ τοὺς ἐν ἑαυτοῖς ἀλκῇ διαφέροντας. ὃ δὲ τῷ πρῶτον ἐπελθόντι συμπλακεὶς καὶ τὴν ἀσπίδα συντόμως χειρίσας ἐμάχετο καρτερῶς, ἄχρις ὅτε τῶν ὑπασπιστῶν τις, ἰδὼν συμπεπλεγμένους αὐτοὺς ἀλλήλοις, ἀπέκοψε τῷ ξίφει τοῦ βαρβάρου τὸν ὦμον καὶ τοῦ ἵππου κατήγαγε.

καταπλαγέντων δὲ τῶν βαρβάρων τὸ τοῦ ἀνδρὸς ἀνδρεῖόν τε ἅμα καὶ θαρραλέον, ἅμα τε ὁ Γερόντιος ἄλλοις τῶν πολεμίων ἐπῄει, καὶ θεωροῦντες οἱ ἐκ τοῦ τείχους τὰ πραττόμενα παρὰ τοῦ σφῶν στρατηγοῦντος ἀνεμνήσθησαν τοῦ Ῥωμαίων ὀνόματος, καὶ ἐπεξελθόντες ἤδη καταπεπληγμένους τοὺς ἐμπεσόντας κατέσφαξαν: τοὺς δὲ ἀποδράντας ἐδέχετο παρὰ Χριστιανῶν τιμώμενον οἰκοδόμημα, νομιζόμενον ἄσυλον.

ὁ μὲν οὖν Γερόντιος τῶν ἐπηρτημένων τὴν Σκυθίαν ἐλευθερώσας κινδύνων, καὶ τῶν ἐπαναστάντων αὐτῇ βαρβάρων ἀνδρείας ὑπερβολῇ καὶ μεγαλοψυχίᾳ κρατήσας, τὰς παρὰ τοῦ βασιλεύοντος ἀμοιβὰς προσεδέχετο: Θεοδόσιος δὲ ὁ βασιλεὺς οὐ μετρίως ἀγανακτήσας ὅτι βάρβαροι τοσαύτης ἠξιωμένοι παῤ αὐτοῦ τιμῆς ἀνῃρέθησαν, εἰ καὶ τοῖς πράγμασιν ἔτυχον λυμηνάμενοι, συναρπάζει τε τὸν Γερόντιον παραχρῆμα καὶ λόγον τῆς ὑπὲρ Ῥωμαίων ἀριστείας ἀπῄτει.

τοῦ δὲ καὶ τὴν κατὰ Ῥωμαίων αὐτῶν ἐπανάστασιν ἐπελέγχοντος, διεξιόντος τε τὰς ἁρπαγὰς καὶ τὴν τῶν οἰκητόρων ἀπώλειαν, τούτων μὲν οὐδενὶ προσεῖχεν ὁ βασιλεύς, ἐνίστατο δὲ τῷ μὴ διὰ τὸ κοινῇ λυσιτελὲς ἀλλ̓ ἐπιθυμίᾳ τῶν παρὰ βασιλέως αὐτοῖς δεδωρημένων, ὡς ἂν μὴ ἐλεγχθείη ταῦτα κερδάνας, ἐκποδὼν αὐτοὺς ἐθελῆσαι ποιῆσαι.

τοῦ δὲ καὶ ταῦτα τῷ δημοσίῳ λέγοντος πεπομφέναι μετὰ τὴν ἐκείνων ἀναίρεσιν ʽἦν δὲ περιαυχένια χρυσᾶ παρὰ βασιλέως αὐτοῖς δεδομένα πρὸς κόσμον̓, μόλις ἣν εἶχε διανείμας τοῖς εὐνούχοις οὐσίαν οἷός τε γέγονε τῶν περιεστώτων

198
ἐξαιρεθῆναι κινδύνων, ἄξια τῆς εἰς Ῥωμαίους εὐνοίας ἐκτίσας τὰ ἐπίχειρα.