Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

Ὁ μὲν οὖν βασιλεὺς Θεοδόσιος οὕτω πως ἔδοξεν ἰᾶσθαι τὰ ἐλαττώματα: Πρόμωτος δὲ ὁ στρατηγὸς τῶν κατὰ Θρᾴκην πεζῶν Οἰδοθέῳ, δύναμιν συναγαγόντι πλείστην οὐ μόνον ἐκ τῶν τῷ Ἴστρῳ προσοίκων ἐθνῶν ἀλλὰ καὶ τῶν πορρωτάτω που καὶ ἀγνώστων, καὶ ἐπελθόντι πανστρατιᾷ καὶ περαιουμένῳ τὸν ποταμόν, ἀπαντήσας πεζῇ τε καὶ ποταμίαις ναυσὶ τοσοῦτον εἰργάσατο φόνον ὥστε καὶ τὸν ποταμὸν πλησθῆναι νεκρῶν καὶ τοὺς ἐν γῇ πεσόντας μὴ ῥᾳδίως ἀριθμηθῆναι.

τῶν δὲ κατὰ Θρᾴκην ἐν τούτοις ὄντων, οὐ μέτριαί τινες, οὐδὲ οἷαι διαφέρειν εὐκόλως, τὸν Γρατιανὸν περιίσταντο τύχαι. τοῖς γὰρ περὶ τὴν αὐλὴν τὰ τῶν αὐτοκρατόρων ἤθη διαφθείρειν εἰωθόσι πειθόμενος, Ἀλανούς τινας αὐτομόλους δεξάμενος καὶ στρατιαῖς ἐγκαταλέξας δωρεαῖς τε ἁδραῖς ἐτίμα καὶ θαρρεῖν ἠξίου τὰ πάντων ἀναγκαιότατα,

στρατιωτῶν λόγον ὀλίγον ποιούμενος. τοῦτο τοῖς στρατιώταις κατὰ τοῦ βασιλέως ἔτεκε μῖσος, ὅπερ ὑποτυφόμενον κατὰ βραχὺ καὶ αὐξανόμενον εἰς νεωτέρων πραγμάτων ἐκίνησε τοὺς στρατιώτας ἐπιθυμίαν, τούς τε ἄλλους καὶ κατ̓ ἐξαίρετον

191
τοὺς ταῖς Βρεττανικαῖς νήσοις ἐνιδρυμένους οἷα τῶν ἄλλων ἁπάντων πλέον αὐθαδείᾳ καὶ θυμῷ νικωμένους. ἐκίνει δὲ πρὸς τοῦτο πλέον αὐτοὺς Μάξιμος Ἴβηρ τὸ γένος, Θεοδοσίῳ τῷ βασιλεῖ κατὰ τὴν Βρεττανίαν συστρατευσάμενος.

οὗτος δυσανασχετῶν ὅτι Θεοδόσιος ἠξίωτο βασιλείας, αὐτὸς δὲ οὐδὲ εἰς ἀρχὴν ἔντιμον ἔτυχε προελθών, ἀνήγειρε πλέον εἰς τὸ κατὰ τοῦ βασιλέως ἔχθος τοὺς στρατιώτας. οἳ δὲ ῥᾳδίως ἐξαναστάντες ἀνεῖπον βασιλέα τὸν Μάξιμον, καὶ περιθέντες τὴν ἁλουργίδα καὶ τὸ διάδημα, παραχρῆμα τὸν Ὠκεανὸν ναυσὶ διαβάντες ταῖς τοῦ Ῥήνου προσωρμίσθησαν ἐκβολαῖς. τῶν δὲ ἐν Γερμανίᾳ καὶ τοῖς μετὰ ταύτην στρατοπέδων ἀσμενέστατα τῇ ἀναρρήσει θεμένων, ἀντικαθίστατο Γρατιανὸς εἰς μάχην αὐτῷ, μέρος οὐ μικρὸν ἔτι τοῦ στρατοπέδου συναγωνιζόμενον ἔχων.

ὡς δὲ συνῆλθον αἱ δυνάμεις ἀλλήλαις, ἀκροβολισμοὶ μὲν ἐπὶ πέντε μόνας ἡμέρας ἐγίνοντο, θεασάμενος δὲ ὁ Γρατιανὸς πρότερον μὲν τὴν Μαυρουσίαν ἅπασαν ἵππον ἀποχωρήσασαν καὶ Μάξιμον ἀναβοήσαντας Αὔγουστον, εἶτα καὶ τοὺς ἄλλους κατὰ βραχὺ τῇ μερίδι Μαξίμου θεμένους, ἀπογνοὺς ταῖς ἐλπίσι, τριακοσίους ἱππέας ἀναλαβὼν σὺν αὐτοῖς ἔφυγε προτροπάδην ἐπὶ τὰς Ἄλπεις.

εὑρὼν δὲ ταύτας ἀφυλάκτους ἐπὶ Ῥαιτίας ἐχώρει καὶ Νωρικὸν Παιονίας τε καὶ τὴν ἄνω Μυσίαν. οὐκ ἀμελήσας δὲ τῆς αὐτοῦ φυγῆς Μάξιμος τὸν ἵππαρχον Ἀνδραγάθιον, ὁρμώμενον μὲν ἀπὸ τοῦ Εὐξείνου πόντου, δοκοῦντα δὲ εὔνουν εἶναι, μετὰ καρτερωτάτων ἵππων ἐκπέμπει διώξοντα. ὃ δὲ συντόνῳ ὁρμῇ διώκων, καταλαβών τε διαβαίνειν ἐθέλοντα τὴν ἐν τῇ Σιγιδούνῳ γέφυραν, κατασφάζει, οὕτω τε βεβαιοτέραν Μαξίμῳ τὴν βασιλείαν πεποίηκεν.

192