Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

Τούτων αὐτοῖς οὕτω διῳκημένων, ἐδόκει τῷ Οὐαλεντινιανῷ, διελομένῳ πρὸς τὸν ἀδελφὸν τὴν ἀρχήν, ἐπιτρέψαι μὲν αὐτῷ τὴν ἑῴαν ἄχρις Αἰγύπτου καὶ Βιθυνίας καὶ Θρᾴκης, λαβόντα δὲ τὰς ἐν Ἰλλυριοῖς πόλεις αὐτὸν εἰς Ἰταλίαν

160
διαβῆναι καὶ τὰς ἐν ταύτῃ πόλεις ἔχειν ὑφ̓ ἑαυτῷ μετὰ τῶν ὑπὲρ τὰς Ἄλπεις ἐθνῶν Ἰβηρίας τε καὶ τῆς Βρεττανικῆς νήσου καὶ Λιβύης ἁπάσης.

τῆς τοίνυν ἀρχῆς οὕτω διαιρεθείσης, ὁ Οὐαλεντινιανὸς ἐμβριθέστερον τῇ ἀρχῇ προσελθὼν ἄρχοντάς τε ἐν κόσμῳ προῆγε, καὶ περὶ τὰς εἰσπράξεις τῶν εἰσφορῶν καὶ τὰς ἐκ τούτων χορηγουμένας στρατιωτικὰς σιτήσεις ἀκριβέστατος ἦν. ἐπεὶ δὲ καὶ νόμων εἰσφορὰς ἐγνώκει ποιήσασθαι, ἀφ̓ ἑστίας ὥσπερ ἀρξάμενος τὰς νυκτερινὰς ἐκώλυσε θυσίας ἐπιτελεῖσθαι, τοῖς μυστικῶς πραττομένοις ἐμποδὼν διὰ τοῦ τοιοῦδε νόμου γενέσθαι βουλόμενος:

ἐπεὶ δὲ Πραιτεξτᾶτος ὁ τῆς Ἑλλάδος τὴν ἀνθύπατον ἔχων ἀρχήν, ἀνὴρ ἐν πάσαις διαπρέπων ταῖς ἀρεταῖς, τοῦτον ἔφη τὸν νόμον ἀβίωτον τοῖς Ἕλλησι καταστήσειν τὸν βίον, εἰ μέλλοιεν κωλύεσθαι τὰ συνέχοντα τὸ ἀνθρώπειον γένος ἁγιώτατα μυστήρια κατὰ θεσμὸν ἐκτελεῖν, ἐπέτρεψεν ἀργοῦντος τοῦ νόμου πράττεσθαι πάντα κατὰ τὰ ἐξ ἀρχῆς πάτρια.

τῶν δὲ ὑπὲρ τὸν Ῥῆνον βαρβάρων, ἕως μὲν Ἰουλιανὸς περιῆν, τὸ Ῥωμαίων ὄνομα δεδιότων, ἀγαπώντων τε εἰ μηδεὶς αὐτοῖς κατὰ χώραν μένουσιν ἐνοχλοίη, τῆς τούτου τελευτῆς ἀγγελθείσης ἀπανέστησαν αὐτίκα τῶν οἰκείων ἠθῶν καὶ πρὸς τὸν κατὰ Ῥωμαίων παρεσκευάζοντο πόλεμον.

οὗπερ αἰσθόμενος Οὐαλεντινιανὸς διέταττεν, ὡς προσῆκον ἦν, τὰ στρατόπεδα πεζά τε καὶ ἱππικὰ καὶ ψιλά, καὶ τῶν ἐπικειμένων τῷ Ῥήνῳ πόλεων ἐποιεῖτο τὴν δέουσαν φυλακήν. ἀλλὰ ταῦτα μὲν οὐκ ἔξω παντάπασιν ὢν πολεμικῆς πείρας Οὐαλεντινιανὸς διετύπου.