Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

Ἀλλὰ τοῦτο μὲν εἰς τοῦτο κατέστησεν ἡ τοῦ βασιλέως ἐκμέλεια καὶ ἡ ἄλογος τῶν χρημάτων ἐπιθυμία, τοσαύτην δὲ ἐπεισήγαγε τῇ βασιλικῇ τραπέζῃ δαπάνην ὥστε διὰ πλῆθος τῶν ἐδεσμάτων καὶ τῆς περὶ ταῦτα πολυτελείας τάγματα πολυάνθρωπα καταστῆναι μαγείρων τε καὶ οἰνοχόων καὶ τῶν ἄλλων, οὓς εἴ τις ἐξαριθμήσασθαι βουληθείη, συγγραφῆς αὐτῷ πολυστίχου δεήσει.

περὶ γὰρ τοῦ πλήθους τῶν περὶ τὴν βασιλικὴν θεραπείαν εὐνούχων, καὶ ὡς οἱ πλεῖστοι τούτων, ὅσοι μάλιστα τῶν ἄλλων ὥρᾳ διέφερον, ἄρχοντάς τε ὡς ἠβούλοντο παρῆγον εἰς μέσον καὶ τῆς βασιλείας ἁπάσης

184
τὴν ἐπικράτειαν ἔσχον, τὴν τοῦ βασιλεύοντος εἰς ὅπερ ἐβούλοντο μεταφέροντες γνώμην, τί δεῖ λέγοντα μηκύνειν ἐπὶ πλέον τὸν λόγον, δέον τὰ τῆς ἐξ ἐκείνου τῶν πραγμάτων ἀπωλείας αἴτια διελθεῖν.

ἐπειδὴ γὰρ ὡς ἔτυχε, καὶ περὶ τοὺς ἀναξίους, τὰ δημόσια δαπανῶν πλειόνων εἰκότως ἐδεῖτο χρημάτων, καὶ τὰς τῶν ἐπαρχιῶν ἡγεμονίας ὠνίους προυτίθει τοῖς προσιοῦσι, δόξῃ μὲν ἢ βίῳ σπουδαίῳ παντάπασιν οὐ προσέχων, ἐπιτήδειον δὲ κρίνων τὸν ἀγρὸν ἢ ἀργύριον προσάγοντα πλέον.

καὶ ἦν ἰδεῖν ἀργυραμοιβοὺς καὶ ὀβολοστάτας καὶ ἄλλους ἐπ̓ ἀγορᾶς τὰ τῶν ἐπιτηδευμάτων αἰσχρότατα μετιόντας ἐπιφερομένους τὰ τῶν ἀρχῶν σύμβολα καὶ τοῖς πλείονα ἔχουσι χρήματα τὰς ἐπαρχίας παραδιδόντας.