Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

Τὰ δὲ κατὰ τὴν ἑῴαν οὐ πόρρω γέγονε παντελοῦς ἀπωλείας ἐξ αἰτίας τοιᾶσδε. τῶν Οὔννων, ὃν τρόπον διεξῆλθον, τοῖς ὑπὲρ τὸν Ἴστρον κατῳκημένοις ἔθνεσιν ἐπελθόντων, οὐκ ἐνεγκόντες οἱ Σκύθαι τὰς τούτων ἐφόδους Οὐάλεντος τηνικαῦτα βασιλεύοντος ἐδεήθησαν κατὰ τὴν Θρᾴκην δέξασθαι αὐτούς, συμμάχων τε καὶ ὑπηκόων πληρώσοντας χρείαν ὑπηρετησομένους δὲ πᾶσιν οἷς ἂν ὁ βασιλεὺς ἐπιτάξειεν.

τούτοις ὑπαχθεὶς τοῖς λόγοις Οὐάλης δέχεται μὲν αὐτούς, οἰηθεὶς δὲ τῆς αὐτῶν πίστεως ἐχέγγυον ἀσφάλειαν ἔχειν εἰ τοὺς αὐτῶν παῖδας εἰς ἥβην οὔπω προελθόντας ἐν ἑτέρᾳ που διαιτᾶσθαι παρασκευάσειεν χώρᾳ, πλῆθος πολύ τι παιδαρίων εἰς τὴν ἑῴαν ἐκπέμψας Ἰούλιον ἐπέστησε τῇ τούτων ἀνατροφῇ τε καὶ φυλακῇ, τὴν ἀγχίνοιαν τοῦ ἀνδρὸς πρὸς ἑκάτερον ἀρκεῖν ἡγησάμενος.

ὃ δὲ ταῖς πόλεσιν αὐτοὺς ἐγκατένειμεν, ὥστε μὴ βάρβαρον νεολαίαν, εἰς πλῆθος συνειλεγμένην τοσοῦτον, εὐρυχωρίαν ἔχειν τοῦ νεωτερίζειν τι καὶ ἔξω τῶν οἰκείων συμφρονῆσαι. τούτοις ἐνδιαιτωμένοις ταῖς πόλεσι

182
καὶ ἤδη ταῖς ἡλικίαις ἀκμάζουσι τὰ κατὰ τὴν Θρᾴκην συμβάντα τοῖς αὐτῶν ὁμοφύλοις ἠγγέλθη:

δυσχεράναντες δὲ πρὸς τὴν ἀκοὴν ἀλλήλοις τε ὡμίλουν ὅσοι κατὰ τὴν αὐτὴν πόλιν ἔτυχον ὄντες, καὶ τοῖς ἑτέρας πόλεις οἰκοῦσι λαθραίως ἐδήλουν, τῇ κατὰ τῶν πόλεων ἐπιθέσει τιμωρῆσαι τοῖς σφῶν πατράσι καὶ ὁμοφύλοις διανοούμενοι.

ταύτης αἰσθόμενος ὁ Ἰούλιος τῆς τῶν βαρβάρων ὁρμῆς, καὶ ἀπορῶν μὲν ὅ τι πράξειε, δεδιὼς δὲ τὴν τῶν βαρβάρων ἐφ̓ ὅπερ ἂν ὁρμήσωσι πρόχειρον ἐπιχείρησιν, τῷ μὲν βασιλεῖ Θεοδοσίῳ δῆλον καταστῆσαι τὸ μελετώμενον οὐκ ἔγνω, καὶ τοῖς περὶ Μακεδονίαν ἐνδιατρίβοντι τόποις, καὶ προσέτι γε ὡς μὴ παῤ αὐτοῦ παρὰ Οὐάλεντος δὲ ταύτην ἐπιτραπεὶς τὴν φροντίδα, καὶ οὔπω σχεδὸν τῷ τότε βασιλεύοντι γνωριζόμενος:

τῇ δὲ κατὰ τὴν Κωνσταντινούπολιν γερουσίᾳ γράψας ἐν παραβύστῳ, καὶ παρὰ ταύτης ἐπιτραπεὶς ὅ τι ἂν λυσιτελεῖν ἡγήσαιτο πρᾶξαι, τοιῷδέ τινι τρόπῳ τὸν ἐπηρτημένον ταῖς πόλεσιν ἀποσείεται κίνδυνον. καλέσας ὡς ἑαυτὸν ἅπαντας ὅσοι ταγμάτων ἔτυχον στρατιωτικῶν προεστῶτες, καὶ ὅρκοις καταλαβών, ἣν εἶχε γνώμην αὐτοῖς ἐκοινώσατο.

οἳ δὲ ἅπερ ἔδει πράττειν ἀκηκοότες, λόγους ἐνέσπειραν τοῖς ἐν ἑκάστῃ πόλει βαρβάροις, ὡς ὁ βασιλεὺς ἁδραῖς σφόδρα δωρεαῖς αὐτοὺς ἀμείψασθαι βούλοιτο καὶ διαδοῦναι πᾶσιν οὐ χρήματα μόνον ἀλλὰ καὶ γῆν, ὡς ἂν εἰς τὴν ὑπὲρ αὐτοῦ καὶ Ῥωμαίων εὔνοιαν ἐπιδοῖεν.

ἐπὶ τούτοις τε ἐκέλευον εἰς τὰς μητροπόλεις ἀγείρεσθαι, ῥητῆς αὐτοῖς εἰς τοῦτο δοθείσης ἡμέρας. ταύταις ἐπαρθέντες οἱ βάρβαροι ταῖς ἐλπίσιν ἐχάλασαν μέν τι τοῦ θυμοῦ καὶ τῆς κατὰ τῶν πόλεων ἀπωλείας, ἀναμείναντες δὲ τὴν κυρίαν, οὗπερ ἑκάστοις ἦν τεταγμένον ἰέναι, συνέρρεον.

εἰδότες δὲ καὶ οἱ στρατιῶται τὸ σύνθημα, καταλαβόντες τὰ ταῖς ἀγοραῖς ἐπικείμενα τέγη τοὺς βαρβάρους εἰσιόντας λίθοις καὶ βέλεσι κατηκόντισαν, ἕως ἅπαντας πανωλεθρίᾳ διαφθείραντες

183
τὰς ἐν τῇ ἑῴᾳ πόλεις τῶν ἐπικειμένων ἠλευθέρωσαν φόβων.