Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

ὁ δὲ βασιλεὺς Οὐάλης λῃζομένους ἤδη τὴν Θρᾴκην πᾶσαν τοὺς Σκύθας θεώμενος, ἔγνω τοὺς ἐκ τῆς ἑῴας σὺν αὐτῷ παραγενομένους καὶ μάχεσθαι μεθ̓ ἵππων ἐμπειροτάτους τῇ τῶν Σκυθῶν ἵππῳ πρότερον ἐπιπέμψαι.

λαβόντες οὖν οὗτοι παρὰ τοῦ βασιλέως

177
τὸ σύνθημα κατ̓ ὀλίγους ἐκ τῶν τῆς Κωνσταντινουπόλεως πυλῶν ὑπεξῄεσαν, καὶ τοὺς ἐκλείποντας Σκυθῶν τοῖς κοντοῖς περονῶντες πολλῶν ἡμέρας ἑκάστης ἔφερον κεφαλάς. ἐπεὶ δὲ ἡ τῶν ἵππων ταχυτὴς καὶ ἡ τῶν κοντῶν ἐπιφορὰ δύσμαχος εἶναι τοῖς Σκύθαις ἐδόκει, καταστρατηγῆσαι τὸ Σαρακηνικὸν διενοήθησαν φῦλον. ἐνέδραν τινὰ κοίλοις ἐναποκρύψαντες τόποις τρεῖς ἑνὶ Σκύθας ἐπιέναι συνεῖδον Σαρακηνῷ.

καὶ ταύτης δὲ διαμαρτόντες τῆς πείρας, τῶν Σαρακηνῶν διὰ τὸ τῶν σφετέρων ἵππων ταχὺ καὶ εὐάγωγον κατ̓ ἐξουσίαν ἀποφευγόντων, ἡνίκα ἂν πλῆθος ἐπιὸν ἴδοιεν, ἐπελαυνόντων δὲ σχολαίοις καὶ τοῖς κοντοῖς ἀναιρούντων, τοσοῦτος ἐγένετο Σκυθῶν φόνος ὥστε ἀπαγορεύσαντας αὐτοὺς ἐθελῆσαι περαιωθῆναι τὸν Ἴστρον καὶ σφᾶς ἐκδοῦναι τοῖς Οὔννοις μᾶλλον ἢ ὑπὸ Σαρακηνῶν πανωλεθρίᾳ διαφθαρῆναι. καταλιπόντων δὲ αὐτῶν τοὺς περὶ Κωνσταντίνου τὴν πόλιν τόπους καὶ πορρωτέρω προελθόντων, γέγονεν εὐρυχωρία τῷ βασιλεῖ παραγαγεῖν εἰς τὸ πρόσω τὸ στράτευμα.

Σκοπουμένῳ δὲ αὐτῷ τίνι δέοι τρόπῳ διαθεῖναι τὸν πόλεμον πλήθους: ἐπικειμένου τοσούτου βαρβάρων, καὶ ἅμα τῇ τῶν ἀρχόντων βαρυνομένῳ κακίᾳ, καὶ παραλῦσαι μὲν αὐτοὺς διὰ τὸν περιέχοντα τὰ πράγματα σάλον ὀκνοῦντος, ἀποροῦντος δὲ τίσι τὰς ἡγεμονίας παραδοῦναι προσήκει μηδενὸς ἀξιόχρεω φαινομένου, καταλιπὼν Σευαστιανὸς τὴν ἑσπέραν οἷα τῶν αὐτόθι βασιλέων διὰ νεότητα φρονεῖν ταὐτὰ πρὸς ἑαυτοὺς οὐκ ἀνεχομένων, ἀλλὰ ἐκδόντων ἑαυτοὺς εὐνούχων ἐπὶ τῷ κοιτῶνι τεταγμένων διαβολαῖς, εἰς τὴν Κωνσταντινούπολιν

178
παρεγένετο.