Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

Οὐάλεντα δὲ τὸν βασιλέα πολλαὶ πολλαχόθεν περιειστήκεσαν πολέμων ἐπιφοραί. καὶ πρῶτον μὲν Ἴσαυροι ʽκαλοῦσι δὲ αὐτοὺς οἳ μὲν Πισίδας, οἳ δὲ Σολύμους, ἄλλοι δὲ Κίλικας ὀρείους: τὸ δὲ ἀκριβέστερον, ἡνίκα εἰς τοὺς περὶ αὐτῶν ἀφικώμεθα λόγους, δηλώσομεν̓ τὰς ἐν Λυκίᾳ καὶ Παμφυλίᾳ πόλεις ἐπόρθουν, τειχῶν μὲν κρατεῖν οὐ δυνάμενοι,

τὰ δὲ ἐν τοῖς ὑπαίθροις ἅπαντα διαρπάζοντες. ἐπεὶ δὲ ὁ βασιλεὺς ἔτι κατὰ τὴν Ἀντιόχειαν διατρίβων ἔστελλεν ἐπ̓ αὐτοὺς ἀρκοῦσαν, ὡς ᾤετο, δύναμιν, οἱ μὲν Ἴσαυροι μετὰ τῆς λείας ἁπάσης εἰς τὰ τραχύτατα συνέφευγον τῶν ὀρῶν, οὔτε διῶξαι τῶν στρατιωτῶν δἰ ἐκμέλειαν δυναμένων, οὔτε ἄλλων τὰ συμβάντα ταῖς πόλεσι δυστυχήματα θεραπεῦσαι.