Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

Ἀμφοτέρων δὲ κατὰ τὴν Κωνσταντινούπολιν ὄντων, οἱ τοῖς Ἰουλιανῷ γνωρίμοις ἐπιβουλεύοντες οὐ διέλειπον πρό τε τῶν βασιλείων κατασπείροντες λόγους ὡς ἐπιβουλεύοιεν οὗτοι τοῖς βασιλεῦσι, καὶ τὸ ἄλογον πλῆθος εἰς τοιαύτας ἐρεθίζοντες ἐκβοήσεις. οἱ δὲ βασιλεῖς καὶ ἄλλως πρὸς τοὺς Ἰουλιανοῦ γνωρίμους ἀπεχθῶς ἔχοντες, τότε δὴ μᾶλλον εἰς τὸ κατ̓ αὐτῶν ἐξανίσταντο μῖσος, καὶ κρίσεις ἐπενόουν λόγον οὐδαμόθεν ἐχούσας.

ἐμνησικάκει δὲ Οὐαλεντινιανὸς Μαξίμῳ κατ̓ ἐξαίρετον τῷ φιλοσόφῳ, διαβολήν τινα κατὰ νοῦν ἔχων, ἣν ἔτυχεν ἐπὶ τῶν Ἰουλιανοῦ χρόνων κατ̓ αὐτοῦ ποιησάμενος ὡς διὰ τὴν τῶν Χριστιανῶν θρησκείαν περὶ τοὺς θείους θεσμοὺς ἀσεβήσαντος.

ἀλλὰ τούτων ἀφείλκυσεν αὐτοὺς τέως ἡ περὶ τὰ πολιτικὰ καὶ στρατιωτικὰ κηδεμονία τε καὶ φροντίς. ἐτράπησαν τοίνυν ἐπὶ τὸ διανεῖμαι τὰ ἔθνη τοῖς ἄρχουσι, καὶ τίνας δέοι τῆς βασιλικῆς αὐλῆς ἐπιτραπῆναι τὴν φυλακήν. οἱ μὲν οὖν ἄλλοι πάντες, ὅσοι παρὰ Ἰουλιανοῦ διοικήσεις ἐθνῶν ἢ ἀρχὰς ἄλλας ἔτυχον ἐπιτετραμμένοι, παρελύοντο τούτων:

ἐν οἷς καὶ Σαλούστιος ὁ τῆς αὐλῆς ὕπαρχος ἦν. μόνου δὲ Ἀρινθαίου καὶ Βίκτορος αἷς εἶχον πρότερον στρατιωτικαῖς ἐπιμεινάντων ἡγεμονίαις, παρῄεσαν ἐπὶ τὰς ἀρχάς, ὡς ἔτυχον, οἱ τούτων ἐπιθυμοῦντες τυχεῖν, ἑνὸς τούτου δόξαντος γίνεσθαι κατὰ λόγον: εἰ γάρ τις αὐτῶν ἐπὶ δικαίαις μέμψεσιν ἥλω, δίκην ὑπέσχε, συγγνώμης οὐδεμιᾶς ἀξιούμενος.