Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

Οὐαλεντινιανοῦ δὲ τελευτήσαντος ὁρῶντες οἱ ταξίαρχοι Μεροβαύδης καὶ Ἐκίτιος Οὐάλεντα καὶ Γρατιανὸν πόρρω που διατρίβοντας ʽὃ μὲν γὰρ ἔτι κατὰ τὴν ἑῴαν ἦν, ὃ δὲ ἐν τοῖς ἑσπερίοις Γαλάταις παρὰ τοῦ πατρὸς ἀπολελειμμένοσ̓, ὑφορώμενοι μή ποτε συμβῇ τοὺς ὑπὲρ τὸν Ἴστρον βαρβάρους ἀνάρχοις ἐπιπεσεῖν τοῖς πράγμασι, παῖδα Οὐαλεντινιανοῦ νέον, ἐκ γαμετῆς αὐτῷ τεχθέντα τῆς πρότερον Μαγνεντίῳ συνοικησάσης, οὐ πόρρω που μετὰ τῆς μητρὸς ὄντα μεταπεμψάμενοι παράγουσι μετὰ τῆς ἁλουργίδος εἰς τὰ βασίλεια, πέμπτον

174

ἄγοντα μόλις ἐνιαυτόν. διελομένων δὲ πρὸς ἑαυτοὺς Γρατιανοῦ καὶ Οὐαλεντινιανοῦ τοῦ νέου τὴν βασιλείαν, ὡς ἐδόκει τοῖς περὶ αὐτοὺς τὰ πράγματα κρίνουσιν ʽαὐτοὶ γὰρ οἱ βασιλεῖς οὐκ ἦσαν κύριοι διὰ τὴν ἡλικίαν̓, Γρατιανῷ μὲν τὰ Κελτικὰ φῦλα καὶ Ἰβηρία πᾶσα καὶ ἡ Βρεττανικὴ νῆσος ἀπεκληροῦτο, Οὐαλεντινιανὸν δὲ ἐδόκει τὴν Ἰταλίαν τε καὶ Ἰλλυριοὺς καὶ τὴν ὅλην ἔχειν Λιβύην.

Οὐάλεντα δὲ τὸν βασιλέα πολλαὶ πολλαχόθεν περιειστήκεσαν πολέμων ἐπιφοραί. καὶ πρῶτον μὲν Ἴσαυροι ʽκαλοῦσι δὲ αὐτοὺς οἳ μὲν Πισίδας, οἳ δὲ Σολύμους, ἄλλοι δὲ Κίλικας ὀρείους: τὸ δὲ ἀκριβέστερον, ἡνίκα εἰς τοὺς περὶ αὐτῶν ἀφικώμεθα λόγους, δηλώσομεν̓ τὰς ἐν Λυκίᾳ καὶ Παμφυλίᾳ πόλεις ἐπόρθουν, τειχῶν μὲν κρατεῖν οὐ δυνάμενοι,

τὰ δὲ ἐν τοῖς ὑπαίθροις ἅπαντα διαρπάζοντες. ἐπεὶ δὲ ὁ βασιλεὺς ἔτι κατὰ τὴν Ἀντιόχειαν διατρίβων ἔστελλεν ἐπ̓ αὐτοὺς ἀρκοῦσαν, ὡς ᾤετο, δύναμιν, οἱ μὲν Ἴσαυροι μετὰ τῆς λείας ἁπάσης εἰς τὰ τραχύτατα συνέφευγον τῶν ὀρῶν, οὔτε διῶξαι τῶν στρατιωτῶν δἰ ἐκμέλειαν δυναμένων, οὔτε ἄλλων τὰ συμβάντα ταῖς πόλεσι δυστυχήματα θεραπεῦσαι.