Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

Οὐαλεντινιανὸς δὲ τὴν ἀκοὴν τῶν ἀπαγγελθέντων οὐκ ἐνεγκών, ἐκ Κελτῶν ὁρμήσας ἐπὶ τὴν Ἰλλυρίδα διέβαινε, βουλευόμενος περὶ τοῦ πρὸς Κουάδους καὶ Σαυρομάτας πολέμου. Μεροβαύδην δέ, στρατιωτικῶν ἔργων ἐμπειρίαν ἔχειν παρὰ τοὺς ἄλλους δοκοῦντα, παντὸς τοῦ στρατοπέδου προΐστησι.

τοῦ δὲ χειμῶνος παρὰ τὸ εἰωθὸς ἐκταθέντος, ἔστελλον πρὸς αὐτὸν οἱ Κουάδοι πρεσβείας λόγους ὑπὲρ τὸ μέτρον φέροντας, ἐφ̓ οἷς Οὐαλεντινιανὸς ἀγανακτήσας, καὶ ὑπὸ τῆς ἄγαν ὀργῆς παραφορᾶς οὐ πόρρω γενόμενος, αἵματος κάτωθεν ἀναχθέντος ἐπὶ τὸ στόμα συσχόντος τε τὰς τῆς φωνῆς ἀρτηρίας ἐξέλιπεν, ἐν μὲν Ἰλλυριοῖς ἐννέα μῆνας, ἐλλειπουσῶν ὀλίγων ἡμερῶν, διατρίψας, εἰς δωδέκατον δὲ ἐνιαυτὸν τῆς βασιλείας προελθών.