Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

συνέβαινε δὲ ἐπὶ τούτῳ καὶ ἕτερον. Φορτουνατιανός, τῇ τῶν βασιλικῶν ἐφεστὼς ταμιείων φροντίδι, τῶν ὑφ̓ ἑαυτὸν στρατευομένων τινὰ

170
γοητείας γραφὴν φεύγοντα κρίνων ὑπέβαλλεν αἰκισμοῖς: τοῦ δὲ τῇ τῶν βασάνων ἀνάγκῃ καὶ ἄλλους ἐξονομάσαντος ὡς συνεπισταμένους αὐτῷ, τὰ μὲν τῆς ἐξετάσεως εἰς Μόδεστον, ὃς τῆς αὐλῆς ὕπαρχος ἦν, μετεφέρετο οἷα προσώπων ἀχθέντων εἰς μέσον τῇ ἀρχῇ τοῦ δικάσαντος πρότερον οὐχ ὑποκειμένων,

ἡ δὲ κρίσις διὰ πάντων ἐχώρει. πρὸς δὲ ὀργὴν ἄμετρον ὁ βασιλεὺς ἀναστὰς ὑπόπτως εἶχε πρὸς ἅπαντας τοὺς ἐπὶ φιλοσοφίᾳ τηνικαῦτα διαβοήτους ἢ ἄλλως λόγοις ἐντεθραμμένους καὶ προσέτι τῶν ἐν τῇ αὐλῇ τιμωμένων τινάς: καὶ οὗτοι γὰρ ὡς ἐπιβουλεύοντες τῷ βασιλεῖ προσηγγέλλοντο. καὶ δὴ ἐπέμποντο πανταχόθεν οἰμωγαὶ καὶ ἁπάντων κοινὸς ὀδυρμός:

ἦν γὰρ πλήρη τὰ μὲν δεσμωτήρια τῶν μάτην οἰκούντων αὐτά, διὰ δὲ τῶν ὁδῶν ἐφέρετο πλήθη πλείονα τῶν ἐν ταῖς πόλεσι καταλελειμμένων. αἱ δὲ τὰς φυλακὰς τῶν μάτην ἀγομένων ἐπιτετραμμέναι φυλαὶ πρὸς ἀσφάλειαν τῶν φυλαττομένων οὐκ ἀρκεῖν ὡμολόγουν, δεδιέναι τε μή πού γε πολλῷ πλείους ὄντες ἐκβιάσαιντο φυγὴν ἑαυτοῖς.

καὶ οἱ μὲν συκοφάνται δίχα παντὸς ἀνεχώρουν κινδύνου, κατηγορεῖν ἀναγκαζόμενοι μόνον, οἱ δὲ κρινόμενοι νῦν μὲν ἐτιμῶντο θανάτου δίχα νομίμων ἐλέγχων, οἳ δὲ τὰς οὐσίας ἀπώλλυον, παῖδας καὶ γυναῖκας καὶ τὴν ἄλλην συγγένειαν ἐσχάτῃ τύχῃ καταλιπόντες: ἦν γὰρ τὸ σπουδαζόμενον ἐκ πολυτρόπων ἀσεβημάτων συλλογὴν τῷ δημοσίῳ πολλῶν γενέσθαι χρημάτων.