Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

εὐθὺς οὖν ἅπαντες ἐπηρμένοι τῇ τοῦ κέρδους ἐλπίδι, ταῖς ὕλαις καὶ τοῖς ἕλεσιν εἰσδυόμενοι τούς τε προσπίπτοντας ἀναιροῦντες, ἐπιδεικνύντες τε τῶν κατασφαττομένων τὰς κεφαλὰς τὸ ταχθὲν ἐκομίζοντο.

168
πολλοῦ δὲ πλήθους τοῦτον τὸν τρόπον ἀπολομένου, περὶ σπονδῶν οἱ λελειμμένοι τοῦ βασιλέως ἐδέοντο.

τοῦ δὲ οὐκ ἀποσεισαμένου τὴν αἴτησιν, ἐγίνοντο σπονδαὶ μὴ καταισχύνουσαι τὴν Ῥωμαίων ἀξίωσιν: ἐδόκει γὰρ Ῥωμαίους μὲν ἔχειν μετὰ πάσης ἀσφαλείας ὅσα πρότερον εἶχον, βαρβάροις τε ἀπέγνωστο μὴ περαιοῦσθαι μηδὲ ὅλως ποτὲ τοῖς Ῥωμαίων ἐπιβαίνειν ὁρίοις. ταύτην ποιησάμενος τὴν εἰρήνην εἰς τὴν Κωνσταντινούπολιν ἀφικνεῖται, τελευτήσαντος δὲ τοῦ τῆς αὐλῆς ὑπάρχου Μοδέστῳ ταύτην παραδίδωσι τὴν ἀρχήν. καὶ ταῦτα οὕτω διοικησάμενος ἐπὶ τὸν κατὰ Περσῶν ἠπείγετο πόλεμον.

Ὄντος δὲ ἐν παρασκευαῖς αὐτοῦ, Οὐαλεντινιανὸς ὁ βασιλεὺς τὰ περὶ τοὺς Γερμανοὺς εὖ διαθέμενος ᾠήθη δεῖν καὶ τῆς εἰς τὸ μέλλον ἀσφαλείας τῶν Κελτικῶν ἐθνῶν ποιήσασθαι πρόνοιαν. νεολαίαν οὖν ὅτι πλείστην ἀθροίσας ἔκ τε τῶν προσοικούντων τῷ Ῥήνῳ βαρβάρων καὶ ἐκ τῶν ἐν τοῖς ὑπὸ Ῥωμαίους ἔθνεσι γεωργῶν, τοῖς στρατιωτικοῖς ἐγκαταλέξας τάγμασιν οὕτως αὐτοὺς ἐξήσκησε τὰ πολέμια, ὥστε φόβῳ τῆς περὶ τὰ τοιαῦτα τῶν στρατιωτῶν μελέτης καὶ πείρας ἐννέα τοὺς πάντας ἐνιαυτοὺς μηδένα τῶν ὑπὲρ τὸν Ῥῆνον ταῖς ὑπὸ Ῥωμαίους πόλεσιν ἐνοχλῆσαι.

κατὰ τόνδε τὸν χρόνον Οὐαλεντινιανός, διά τινα πλημμελήματα τὴν Βρεττανικὴν νῆσον οἰκεῖν κελευσθείς, ἐπιθέμενος τυραννίδι συναπέθετο ταύτῃ τὸν βίον. Βαλεντινιανῷ δὲ τῷ βασιλεῖ νόσος ἐνέσκηψεν, ἥτις αὐτὸν παρὰ βραχὺ τοῦ βίου μετέστησεν. ἐπεὶ δὲ ταύτην διέφυγε, συνελθόντες οἱ περὶ τὰ βασίλεια λόγον αὐτὸν ποιήσασθαι παρεκάλουν τοῦ διαδεξομένου τὴν βασιλείαν, ὡς ἂν μή τινος αὐτῷ συμβαίνοντος σφαλείη τὰ τῆς πολιτείας. πεισθεὶς δὲ τούτοις ὁ βασιλεὺς τοῖς λόγοις ἀνεῖπε τὸν παῖδα Γρατιανὸν βασιλέα καὶ κοινωνὸν τῆς ἀρχῆς, ὄντα νέον ἔτι καὶ οὔπω πρὸς ἥβην ἐλθόντα τελείαν.