Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

Εἰς τοῦτο τῆς ἱστορίας ἀφιγμένῳ τὸ μέρος ἐπὶ τοὺς ἀνωτάτω μοι χρόνους ἐπῆλθεν ἀναδραμεῖν, καὶ ζητῆσαι, εἴ ποτε Ῥωμαῖοι τῶν αὐτοῖς τι κτηθέντων ἑτέροις ὑπέστησαν παραδοῦναι, ἢ ὅλως ἕτερον ἔχειν τι τῶν ὑπὸ τὴν ἐπικράτειαν αὐτῶν ἅπαξ γενομένων ἠνέσχοντο.

Λευκίου γὰρ Λουκούλλου Τιγράνην καθελόντος καὶ Μιθριδάτην, περιποιήσαντός τε πρώτου τῇ Ῥωμαίων ἀρχῇ τὰ μέχρις Ἀρμενίας τῆς ἐνδοτάτω καὶ Νίσιβιν ἐπὶ τούτοις καὶ τὰ πρόσοικα φρούρια ταύτῃ, Πομπήιος Μάγνος τοῖς τούτου κατορθώμασι τέλος ἐπιτιθεὶς διὰ τῆς ὑπ̓ αὐτοῦ γενομένης εἰρήνης τὴν τούτων Ῥωμαίοις ἐβεβαίωσε κτῆσιν.

ἐπεὶ δὲ Περσῶν αὖθις κινηθέντων ἐχειροτόνησεν ἡ γερουσία Κράσσον αὐτοκράτορα στρατηγόν, ὃ δὲ εἰς χεῖρας ἐλθὼν αἰσχρὰν ἄχρι τοῦδε Ῥωμαίοις κατέλιπε δόξαν, ἁλούς τε ἐν τῇ μάχῃ καὶ παρὰ Πέρσαις ἀποθανών, τότε παραλαβὼν τὴν στρατηγίαν Ἀντώνιος, καὶ τῷ Κλεοπάτρας ἐχόμενος ἔρωτι, τοῖς περὶ τὸν πόλεμον ἐκμελῶς καὶ ὀλιγώρως

154
προσέσχε: καὶ ἀπήλλαξε μὲν κἀκεῖνος ἀνάξια πεπραχὼς τοῦ Ῥωμαίων ὀνόματος, Ῥωμαῖοι δὲ οὐδὲ τούτων αὐτοῖς τῶν ἐλαττωμάτων συμβάντων ἐκπεπτώκασι τούτων τῶν τόπων τινός.

μεταστάντος δὲ αὐτοῖς εἰς μοναρχίαν τοῦ πολιτεύματος, καὶ τοῦ Σεβαστοῦ στήσαντος ὅρια τῇ Ῥωμαίων ἀρχῇ Τίγριν τε καὶ Εὐφράτην, οὐδὲ οὕτω τῆς χώρας ταύτης ἀπέστησαν. χρόνοις δὲ πολλοῖς ὕστερον Γορδιανοῦ τοῦ βασιλέως Πέρσαις ἐπιστρατεύσαντος καὶ ἐν μέσῃ τῇ πολεμίᾳ πεσόντος, οὐδὲ μετὰ ταύτην τὴν νίκην οἱ Πέρσαι παρεσπάσαντό τι τῶν ἤδη Ῥωμαίοις ὑπηκόων γεγενημένων, καὶ ταῦτα Φιλίππου διαδεξαμένου τὴν ἀρχὴν καὶ εἰρήνην αἰσχίστην πρὸς Πέρσας θεμένου.

μετ̓ οὐ πολὺ δὲ τῇ ἑῴᾳ τοῦ Περσικοῦ πυρὸς ἐπιβρίσαντος, ἁλούσης δὲ κατὰ κράτος τῆς μεγάλης Ἀντιοχείας καὶ μέχρι τῶν Κιλικείων πυλῶν τοῦ Περσικοῦ στρατεύματος διαβάντος, Οὐαλεριανὸς αὐτοῖς ἐπιστρατεύσας ὁ βασιλεύς, καὶ ὑπὸ τὰς Περσῶν γενόμενος χεῖρας, οὐδὲ οὕτω Πέρσαις ἄδειαν δέδωκεν ὑφ̓ ἑαυτοῖς τὰ χωρία ταῦτα ποιήσασθαι.

μόνη δὲ ἡ Ἰουλιανοῦ τοῦ αὐτοκράτορος τελευτὴ πρὸς τὴν τούτων ἀπώλειαν ἤρκεσεν, ὥστε ἄχρι τοῦδε μηδὲν δυνηθῆναι τούτων τοὺς Ῥωμαίων βασιλέας ἀναλαβεῖν, ἀλλὰ καὶ προσαπολέσαι κατὰ βραχὺ τὰ πλείονα τῶν ἐθνῶν, τὰ μὲν αὐτόνομα γεγονότα, τὰ δὲ βαρβάροις ἐκδεδομένα, τὰ δὲ καὶ εἰς ἐρημίαν πολλὴν περιστάντα. ταῦτα μὲν οὖν τῆς συγγραφῆς προϊούσης ἐπὶ τῶν πραγμάτων δειχθήσεται.