Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

Τότε τοίνυν τῶν ἐν τέλει πάντων ἅμα τῷ στρατοπέδῳ συνειλεγμένων βουλὴ προετίθετο τίνι δέοι παραδοθῆναι τὴν τῶν ὅλων ἡγεμονίαν, ὡς οὐχ οἵου τε ὄντος δίχα τοῦ πάντων ἡγησομένου τοὺς ἐπικειμένους ἐν μέσῃ τῇ πολεμίᾳ κινδύνους διαφυγεῖν. καὶ ψήφῳ κοινῇ βασιλεὺς Ἰοβιανὸς

151
ἀναδείκνυται, Βαρρωνιανοῦ τοῦ τῶν δομεστίκων ἡγουμένου τάγματος παῖς.

Τὰ μὲν οὖν ἄχρι τῆς Ἰουλιανοῦ τελευτῆς τόνδε πέπρακται τὸν τρόπον, Ἰοβιανὸς δὲ τὴν ἁλουργίδα ἐνδὺς καὶ τὸ διάδημα περιθέμενος εἴχετο τῆς ἐπὶ τάδε πορείας. ἐπεὶ δὲ εἰς Σοῦμα τὸ φρούριον ἦλθεν, ἐπιπεσοῦσα ἡ Περσῶν ἵππος τοῖς ἀμφ̓ αὐτόν, ἐλέφαντάς τε οὐκ ὀλίγους ἐπαγαγοῦσα, τοὺς κατὰ τὸ δεξιὸν κέρας ἐκάκουν. ἐτετάχατο δὲ ἐν τούτῳ Ἰοβιανοὶ καὶ Ἑρκουλιανοί. ταγμάτων δὲ ταῦτα ὀνόματα, παρὰ Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ καταστάντα, φερόντων τὰς τούτων ἐπωνυμίας: ὃ μὲν γὰρ Διὸς ὃ δὲ Ἡρακλέους ἐπώνυμον εἶχε.

τὸ μὲν οὖν πρῶτον ὑπὸ τῆς τῶν ἐλεφάντων ἀλκῆς ἐβιάζοντο, καὶ πολλοὶ φεύγοντες ἔπεσον. ἐπελαυνόντων δὲ αὐτοῖς τῶν Περσῶν πρὸς τῇ ἵππῳ καὶ τοὺς ἐλέφαντας, ἦλθον εἴς τι χωρίον ἄναντες, ἐν ᾧ τοὺς τῶν Ῥωμαίων σκευοφόρους ἔτυχεν εἶναι. τούτων δὲ συνεπιλαβόντων αὐτοῖς τοῦ κινδύνου καὶ ἐξ ὑπερδεξίου τοὺς Πέρσας ἀκοντιζόντων, ἐτρώθησάν τινες τῶν ἐλεφάντων, καὶ ᾗπερ ἦν ἔθος αὐτοῖς, ἔφυγον ὀδυνώμενοι μετὰ βρυχηθμοῦ καὶ τὴν ἵππον ἅπασαν συνετάραξαν, ὥστε τῇ φυγῇ καὶ ἐλέφαντας ὑπὸ τῶν στρατιωτῶν κατασφαγῆναι καὶ πολλοὺς ἐν αὐτῇ τῇ μάχῃ πεσεῖν.

ἀπέθανον δὲ καὶ Ῥωμαίων τρεῖς λοχαγοὶ γενναίως ἀγωνισάμενοι, Ἰουλιανὸς καὶ Μαξιμιανὸς καὶ Μακρόβιος. διερευνώμενοι δὲ τοὺς κειμένους, καὶ ἐν τούτοις εὑρόντες τὸ Ἀνατολίου σῶμα, ταφῆς ἠξίωσαν ἧς ὁ καιρὸς ἐδίδου, πολεμίων πανταχόθεν ἐπικειμένων. ἡμέρας δὲ τέσσαρας προελθόντες

152
καὶ πανταχόθεν ὑπὸ τῶν πολεμίων ἐνοχλούμενοι, διωκόντων μὲν ἐπὰν ὁδεύοντας ἴδοιεν, φευγόντων δὲ ὁπότε αὐτοῖς ἀντεπίοιεν Ῥωμαῖοι, γενομένης τινὸς εὐρυχωρίας αὐτοῖς τὸν Τίγριν περαιωθῆναι διέγνωσαν.

ἀσκοὺς τοίνυν ἀλλήλοις συνδήσαντες καὶ ζεύγματα τρόπον τινὰ διὰ τούτων κατασκευάσαντες ἐποχούμενοί τε τούτοις διέβησαν. ὡς δὲ τῆς ἀντιπέρας ἐκράτησαν ὄχθης, τότε δὴ καὶ οἱ στρατηγοὶ σὺν τοῖς λειπομένοις ἐπ̓ ἀδείας ἐπεραιώθησαν. οὐδὲ οὕτως δὲ τῶν Περσῶν ἀποστάντων ἀλλὰ σὺν πολλῷ πλήθει κατὰ πᾶν τῆς ὁδοῦ μέρος ἐπικειμένων, ἐν πᾶσιν ἦσαν οἱ Ῥωμαῖοι κινδύνοις, ὑπό τε τῶν περιεστώτων κακῶν καὶ προσέτι ἐνδείᾳ τροφῆς πιεζόμενοι.