Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

Κωνστάντιος τοίνυν ἐπιτρέψας ἅπαντα τῷ Καίσαρι πράττειν ὅσα συνοίσειν ἐδόκει τοῖς ὑπ̓ αὐτὸν ἔθνεσιν, ἐπὶ τὴν ἑῴαν ἐχώρει, τὸν πρὸς Πέρσας πόλεμον διαθήσων. Ἰουλιανὸς δὲ τὰ μὲν ἐν Κελτοῖς στρατιωτικὰ διεφθαρμένα κατὰ τὸ πλέον εὑρών, τοὺς δὲ βαρβάρους ἀκώλυτον ἔχοντας τὴν τοῦ Ῥήνου διάβασιν καὶ μέχρι σχεδὸν τῶν πρὸς θαλάττῃ πόλεων διελθόντας, τὴν τοῦ περιλελειμμένου στρατιωτικοῦ δύναμιν ἀνεσκόπει.

συνιδὼν δὲ ὡς οἱ μὲν κατὰ τὴν χώραν καὶ πρὸς τὴν ἀκοὴν τοῦ τῶν βαρβάρων ὀνόματος πτώσσουσιν, οἱ δὲ παρὰ Κωνσταντίου δοθέντες αὐτῷ, τριακόσιοι καὶ ἑξήκοντα τὸν ἀριθμὸν ὄντες, μόνον εὔχεσθαι, καθάπερ αὐτός πού φησιν, ᾔδεσαν, ὅσους μὲν οἷός τε γέγονε τοῖς τάγμασιν ἐγκατέλεξε, πολλοὺς δὲ καὶ ἐθελοντὰς ἐδέξατο. ποιησάμενος δὲ καὶ ὅπλων φροντίδα, παλαιὰ μὲν κατά τινα πόλιν εὑρὼν

114
ἀποκείμενα, τῆς προσηκούσης ἐπιμελείας ἀξιώσας τοῖς στρατευομένοις διένειμεν.

ἀγγειλάντων δὲ τῶν κατασκόπων ὡς περὶ πόλιν Ἀργέντορα, τὴν πρὸς τῇ τοῦ Ῥήνου κειμένην ὄχθῃ, πλῆθος ἄπειρον ἐπεραιώθη βαρβάρων, ἅμα τῷ γνῶναι μετὰ τοῦ σχεδιασθέντος αὐτῷ στρατοπέδου προῄει, συμμίξας δὲ τοῖς πολεμίοις πάσης ὑπερβολῆς ἐπέκεινα τὸ τρόπαιον ἔστησεν, ἓξ μὲν ἐν αὐτῇ τῇ μάχῃ μυριάδων ἀπολομένων, ἑτέρων δὲ τοσούτων ἁλαμένων κατὰ τοῦ Ῥήνου καὶ διαφθαρεισῶν ἐν τῷ ῥεύματι, ὥστε εἴ τις ἐθέλοι τῇ πρὸς Δαρεῖον Ἀλεξάνδρου μάχῃ ταύτην παραβαλεῖν τὴν νίκην, οὐκ ἂν εὕροι ταύτην ἐκείνης ἐλάττονα.

Πραχθὲν δέ τι μετὰ τὴν νίκην τῷ Καίσαρι σιωπῇ παραδραμεῖν οὐ προσήκει. ἦν ἑξακοσίων ἱππέων ἴλη τῷ Καίσαρι, σφόδρα τὰ πολέμια γεγυμνασμένων. τούτων τῇ ῥώμῃ καὶ τῇ πείρᾳ θαρρῶν μέρος οὐ μικρὸν τῆς ἐλπίδος ἐν αὐτοῖς ἐσάλευεν. ἐπεὶ δὲ ἡ μάχη συνέστη, πάντες μὲν τὴν κατὰ δύναμιν ἐπιδεικνύμενοι προθυμίαν τοῖς πολεμίοις ἐνέκειντο, ὑπερτέρου δὲ πολλῷ τοῦ Ῥωμαϊκοῦ γενομένου στρατεύματος οὗτοι μόνοι πρὸς φυγὴν τραπέντες τὰς τάξεις ἀπέλιπον, ὥστε καὶ αὐτὸν τὸν Καίσαρα σὺν ὀλίγοις ἐπελάσαντα καλεῖν τε αὐτοὺς καὶ κοινωνεῖν τῆς νίκης παρακελεύεσθαι, τοὺς δὲ μηδὲ οὕτω μετασχεῖν ἐθελῆσαι τῆς μάχης.

εἰκότως τοίνυν ὁ Καῖσαρ ἀχθόμενος ἐφ̓ οἷς τό γε ἧκον εἰς αὐτοὺς ἐκδεδώκασι τοῖς βαρβάροις τοὺς ὁμοφύλους, τὴν μὲν ἀπὸ τῶν νόμων ὡρισμένην τιμωρίαν αὐτοῖς οὐκ ἐπέθηκεν, ἀμφιέσας δὲ ἐσθῆτι γυναικείᾳ διὰ τοῦ στρατοπέδου παρήγαγεν ἐπ̓ ἐξαγωγῇ, στρατιώταις ἀνδράσι χαλεπωτέραν θανάτου τὴν

115
τοιαύτην ποινὴν ἡγησάμενος. καὶ ἀπέβη τοῦτο εἰς δέον αὐτῷ τε κἀκείνοις: ἐν γὰρ τῷ δευτέρῳ πρὸς Γερμανοὺς πολέμῳ τὴν ἐπιτεθεῖσαν αὐτοῖς αἰσχύνην ἔχοντες κατὰ νοῦν μόνοι σχεδὸν παρὰ πάντας τοὺς ἄλλους ἠρίστευσαν.