Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

Τῇ δὲ ὑστεραίᾳ τὸν Τίγρητα ποταμὸν ὁ βασιλεὺς τὸ στράτευμα ἐπὶ πολλῆς ἀδείας διαβιβάσας, τρίτῃ μετὰ τὴν μάχην ἡμέρᾳ καὶ αὐτὸς μετὰ πάσης τῆς ἀμφ̓ αὐτὸν δορυφορίας ἐπεραιοῦτο, καὶ πρός τι χωρίον ἐλθὼν ʽἈβουζαθὰ τοῦτο Πέρσαι καλοῦσιν̓ ἡμέρας ἐν τούτῳ διέμεινε πέντε.

διασκοπῶν δὲ περὶ τῆς ἐπέκεινα πορείας ἄμεινον ἔχειν ᾠήθη

147
μηκέτι συμπαραπέμπειν τῇ ὄχθῃ τοῦ ποταμοῦ τὸν στρατόν, ἀνιέναι δὲ ἐπὶ τὴν μεσόγειαν, ὡς οὐδενὸς ὑπολειπομένου πλοίων εἰς χρείαν αὐτοὺς καθιστάντος. ταῦτα δὴ λαβὼν κατὰ νοῦν εἰσηγεῖται βουλὴν τῷ στρατῷ, τὰ πλοῖα ἐμπρῆσαι κελεύων.

καὶ πάντα, πλὴν ὀκτωκαίδεκα Ῥωμαϊκῶν Περσικῶν δὲ τεσσάρων, ἐδαπανήθη πυρί: ταῦτα γὰρ ἁμάξαις φερόμενα ἠκολούθει, ταῖς ἀνακυπτούσαις ὡς εἰκὸς ὑπηρετησόμενα χρείαις. ὀλίγον δ̓ ἀνωτέρω τοῦ ποταμοῦ τὸ λειπόμενον ἔδει ποιήσασθαι τῆς ὁδοῦ. Νοορδᾷ δὲ τῷ τόπῳ προσσχόντες αὐτοῦ που κατέλυον: ἔνθα πολλοὶ πανταχόθεν ἡλίσκοντο Πέρσαι καὶ κατεσφάζοντο.

ἐλθόντες δὲ εἰς τὸν Δοῦρον ποταμὸν διέβησαν τοῦτον γέφυραν ζεύξαντες. ἐπεὶ δὲ τοὺς Πέρσας ἐθεάσαντο τὸν μὲν ἐν τῇ γῇ πάντα χιλὸν κατακαύσαντας, ὡς ἂν τὰ ὑποζύγια τῶν Ῥωμαίων τροφῆς ἀπορίᾳ πιέζοιτο, συστάντας δὲ αὐτοὺς κατὰ πολλοὺς λόχους ἐκδέχεσθαι τοὺς Ῥωμαίους ὡς δὴ μὴ σφόδρα πολλοὺς διανοουμένους, τότε δὴ συνειλεγμένους εἰς ταὐτὸν θεασάμενοι πρὸς τὴν ὄχθην ἀπεχώρησαν τοῦ ποταμοῦ.

τῶν δὲ ἡγουμένων τοῦ στρατοῦ κατασκόπων εἰς χεῖρας ἐλθόντων μοίρᾳ τινὶ Περσικῇ, Μακαμαῖός τις γυμνὸς ὑπὸ προθυμίας ἐπιπεσὼν τέσσαρας μὲν ἀναιρεῖ, συστραφέντων δ̓ ἅμα πολλῶν ἐπ̓ αὐτὸν κατασφάττεται. Μαῦρος δὲ ἀδελφὸς ὢν αὐτοῦ, τὸ σῶμα ἰδὼν ἐν μέσοις κείμενον Πέρσαις, ἁρπάζει τε αὐτὸ καὶ τὸν πρῶτον παίσαντα κτείνει. καὶ οὐκ ἀπεῖπε βαλλόμενος,

148
ἄχρις ὅτε τὸν ἀδελφὸν ἔμπνουν ἔτι τῷ Ῥωμαίων στρατῷ παρέδωκεν.