Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

τούτων δὲ ταύτῃ πραττομένων, ἐπὶ τῆς ἀντικρὺ ὄχθης πλῆθος Περσῶν συνδραμὸν ἱππέων τε καὶ πεζῶν, εἴ τις ἐπιχειρηθείη διάβασις, ἐπειρᾶτο κωλύειν. ταύτην ὁ βασιλεὺς τὴν παρασκευὴν τῶν πολεμίων βλέπων ἐπὶ τὸ διαπλέειν ἐπ̓ αὐτοὺς ἠρεθίζετο, καὶ σὺν ὀργῇ τοῖς στρατηγοῖς ἐνεκελεύετο τῶν πλοίων ἐπιβαίνειν.

ἐπεὶ δὲ τὴν ἀντιπέρας ὄχθην θεωροῦντες ὑψηλοτέραν καὶ ἅμα θριγκόν τινα συμπαρατεινόμενον, εἰς ἔρυμα μὲν παραδείσου βασιλικοῦ τὴν ἀρχὴν ᾠκοδομημένον, τότε δὲ καὶ τείχους πληροῦντα χρείαν, δεδιέναι τὰς ἐξ ὕψους τῶν βελῶν τε καὶ πυρσῶν βολὰς ἔλεγον. ἐγκειμένου δὲ τοῦ βασιλέως δύο νῆες ὁπλιτῶν πλήρεις ἐπεραιώθησαν, ἃς εὐθὺς οἱ Πέρσαι πυροφόρων βελῶν πλῆθος ἀφέντες κατέφλεξαν.