Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

Τῆς δὲ ἐπὶ τὸ πρόσω πορείας ἐχόμενος διῄει μὲν καὶ ἕτερα οὐκ ὀνομαστὰ φρούρια, παραγίνεται δὲ καὶ εἰς περίβολον ὃν βασιλέως θήραν ἐκάλουν. ἦν δέ τι τειχίον χωρίον ἀπειληφὸς ἔνδον πολύ, δένδρεσι πεφυτευμένον παντοδαποῖς. ἐν τούτῳ θηρίων παντοίων ἐναποκλειόμενα γένη τροφῆς τε οὐκ ἠποροῦντο διὰ τὸ καὶ ταύτην αὐτοῖς ἐπεισάγεσθαι, καὶ παρεῖχον τῷ βασιλεῖ τοῦ θηρᾶν, ἡνίκα ἂν βουληθείη,

ῥᾳστώνην. τοῦτο Ἰουλιανὸς θεασάμενος διαρρήγνυσθαι κατὰ πολλὰ μέρη τὸ τεῖχος ἐπέταττεν, οὗ δὴ γενομένου φεύγοντα παρὰ τῶν στρατιωτῶν τὰ θηρία κατετοξεύετο. ἐνταῦθά που πλησίον γενόμενος βασίλεια εἶδεν εἰς τὸν Ῥωμαϊκὸν μεγαλοπρεπῶς ἐξησκημένα τύπον, καὶ μαθὼν ταῦτα ὑπὸ Ῥωμαίων ᾠκοδομῆσθαι κατέλιπεν, οὐ συγχωρήσας τοῖς ταξιάρχοις λωβήσασθαί τι τῶν ἐν αὐτοῖς, αἰδοῖ τοῦ Ῥωμαίους λέγεσθαι τοὺς ταῦτα δημιουργήσαντας.

Ἐντεῦθεν ἡ στρατιὰ φρούριά τινα παραδραμοῦσα εἰς πόλιν ἀφίκετο Μείνας Σαβαθὰ καλουμένην: διέστηκε δὲ

144
αὕτη σταδίοις τριάκοντα τῆς πρότερον μὲν Ζωχάσης νῦν δὲ Σελευκείας ὀνομαζομένης. καὶ ὁ μὲν βασιλεὺς πλησίον που μετὰ τῆς πολλῆς στρατιᾶς ηὐλίσθη, προηγούμενοι δὲ οἱ κατάσκοποι τὴν πόλιν κατὰ κράτος αἱροῦσι. τῇ δ̓ ὑστεραίᾳ τὰ τείχη ταύτης ὁ βασιλεὺς περινοστῶν ἑώρα σώματα προσηρτημένα σταυροῖς ἔμπροσθεν τῶν πυλῶν:

ταῦτα δὲ ἔφασκον οἱ ἐπιχώριοι συγγενῶν εἶναι διαβληθέντος τινὸς ὡς προδότου πόλεως γεγονότος, ἣν ἔτυχεν ὁ βασιλεὺς Κάρος Περσῶν οὖσαν ἑλών. ἐνταῦθα Ἀναβδάτης ὁ φρούραρχος εἰς κρίσιν ἤγετο, παραγαγὼν μὲν ἐπὶ πολὺ τὸν Ῥωμαίων στρατὸν ὡς δὴ συντελέσων αὐτῷ πρὸς τὸν κατὰ Περσῶν πόλεμον, τότε δὲ ἐξελεγχθεὶς ὡς ἐλοιδορεῖτο παρὰ πλείστοις Ὁρμίσδην προδότην ἀποκαλῶν καὶ τῆς κατὰ Περσῶν αἴτιον ἐκστρατείας: καὶ ἐπὶ τούτοις ἁλοὺς ἀνῃρέθη.