Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

Ἀλλὰ ταῦτα μὲν ὧδε ἐπράχθη, ὁ σουρήνας δὲ μετὰ δυνάμεως οὐκ ὀλίγης ἔκ τινος τῶν ἐν Ἀσσυρίᾳ πόλεων τοῖς

138
προηγουμένοις τοῦ Ῥωμαίων στρατοπέδου κατασκοπῆς ἕνεκεν ἐπελθών, οὐ προϊδομένοις τὸ ἐσόμενον, ἕνα μὲν τῶν ἡγουμένων τριῶν ὄντων ἀνεῖλεν ἅμα τισὶ τῶν ὑπ̓ αὐτῷ τεταγμένων, τρέψας δὲ τοὺς ἄλλους ἐγκρατὴς ἐγένετο στρατιωτικοῦ σημείου, δράκοντος ἐκτύπωμα φέροντος, οἷα φέρειν εἰώθασιν ἐν ταῖς μάχαις Ῥωμαῖοι.

τοῦτο μαθὼν οὐκ ἤνεγκε μετρίως ὁ βασιλεύς, ἀλλὰ μετὰ θυμοῦ τοῖς ἀμφὶ τὸν σουρήναν ὡς εἶχεν ἐπιπεσὼν τούτων μὲν εἰς φυγὴν ἔτρεψεν ὅσοι διαφυγεῖν ἠδυνήθησαν, τὸ δὲ σημεῖον ἀναλαβὼν τὸ παρὰ τῶν πολεμίων ἀφαιρεθὲν ἐπῆλθε παραχρῆμα τῇ πόλει καθ̓ ἣν ὁ σουρήνας ἀποκρύπτων τὸν λόχον τοῖς κατασκόποις ἐπῆλθεν, εἷλέ τε κατὰ κράτος καὶ ἐπυρπόλησε. τὸν δὲ τῶν κατασκόπων ἡγεμόνα, διότι τοῖς πολεμίοις τὸ σημεῖον ἀπέλιπε, τὴν σωτηρίαν τῆς Ῥωμαϊκῆς μεγαλοφροσύνης ἔμπροσθεν ποιησάμενος, παρέλυσέ τε τῆς ζώνης καὶ ἐν ἀτιμίᾳ τὸ λοιπὸν εἶχεν ἅμα τοῖς κοινωνήσασιν αὐτῷ τῆς φυγῆς.

Προελθὼν δὲ ἐπέκεινα, διά τε τοῦ ποταμοῦ τὴν πορείαν ποιούμενος, ἦλθεν εἴς τι χωρίον ᾧ πόλις ἐπλησίαζε Φισσηνία προσαγορευομένη. ταύτης τῷ τείχει συμπαρέθεε τάφρος, ἣν βαθυτάτην οὖσαν ἐπλήρωσαν ὕδατος οἱ Πέρσαι, μέρος εἰς ταύτην οὐκ ὀλίγον τοῦ πλησιάζοντος μετοχετεύσαντες ποταμοῦ: βασιλέως ποταμὸς ἦν ὄνομα τούτῳ. ταύτην διαδραμόντες τὴν πόλιν ʽοὐδὲν γὰρ ἦν ἐκ ταύτης εὐλαβεῖσθαι πολέμιον̓ ὁδὸν διῄεσαν τέλματι χειροποιήτῳ διάβροχον: οἱ γὰρ Πέρσαι τήν τε διώρυχα τῇ χώρᾳ καὶ τὸν ποταμὸν αὐτὸν ἐπαφέντες ἀδύνατον κατά γε τὴν αὐτῶν οἴησιν πεποιήκασι τῷ στρατῷ τὴν διάβασιν.

ἀλλ̓ ὅμως τοῦ βασιλέως προθέοντος καὶ ὁ στρατὸς ἠκολούθει, βρέχων ἄχρι γονάτων τοὺς πόδας: αἰσχύνην γὰρ ἡγοῦντο μὴ ποιεῖν ἅπερ ἐθεῶντο ποιοῦντα τὸν βασιλέα. ἡλίου δὲ ἤδη δύντος ὁ μὲν στρατὸς ἐπὶ τῶν τόπων

139
ηὐλίζετο τούτων, βασιλεὺς δὲ στρατιώτας ἑαυτῷ καὶ τεχνίτας ἀκολουθεῖν ἐπιτάξας, δένδρα ἐκτέμνων καὶ ξύλα διώρυχάς τε ἐζεύγνυε, τοῖς τέλμασί τε γῆν ἐπετίθει, καὶ τὰ βαθέα τῶν ὁδῶν ἀπεπλήρου, καὶ ταῖς στενοχωρίαις εὖρος ἐνεποίει τὸ μέτριον ἔχον. ἐπανελθών τε διῆγε τὴν στρατιὰν μετὰ ῥᾳστώνης, ἕως εἰς Βίθραν ἐληλύθει πόλιν, ἐν ᾗ βασίλεια ἦν καὶ οἰκήματα βασιλεῖ τε ὁμοῦ πρὸς ὑποδοχὴν ἀρκοῦντα καὶ στρατοπέδῳ.