Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

Λήγοντος δὲ ἤδη τοῦ χειμῶνος τὴν στρατιὰν συναγαγὼν καὶ κατὰ τάξιν ἐν κόσμῳ προπέμψας ἐξώρμησε τῆς Ἀντιοχείας, οὐδὲ τῶν ἱερείων αἰσίων αὐτῷ γενομένων. τὸ δὲ ὅπως εἰδὼς ὑπερβήσομαι. πέμπτῃ δὲ τὴν Ἱεράπολιν ἡμέρᾳ καταλαβών, ἔνθα ἔδει τὰ πλοῖα πάντα συνδραμεῖν στρατιωτικά

129
τε καὶ φορτηγά, ἔκ τε Σαμοσάτων καὶ ἐξ ἄλλων τὸν Εὐφράτην καταπλέοντα τόπων, τούτοις ἐπιστήσας Ἱέρειον τῶν ἡγουμένων τινὰ στρατιωτικῶν ταγμάτων προέπεμπεν.

αὐτὸς δὲ τρεῖς ἐπιμείνας τῇ Ἱεραπόλει μόνας ἡμέρας ἐπὶ Βάτνας τῆς Ὀσδροηνῆς πολίχνιόν τι προῄει, οὗ δὴ ὑπαντήσαντες Ἐδεσηνοὶ πανδημεὶ στέφανόν τε προσέφερον καὶ μετ̓ εὐφημίας εἰς τὴν σφῶν πόλιν ἐκάλουν. ὅ δὲ ἀποδεξάμενος καὶ ἐπιστὰς τῇ πόλει, καὶ ὅσα ἔδει χρηματίσας, ἐπὶ Κάρρας ἐβάδιζε.

δυοῖν τοίνυν ἐντεῦθεν ὁδοῖν προκειμέναιν, τῆς μὲν διὰ τοῦ ποταμοῦ Τίγρητος καὶ πόλεως Νισίβιος ταῖς Ἀδιαβηνῆς σατραπείαις ἐμβαλλούσης, τῆς δὲ διὰ τοῦ Εὐφράτου καὶ τοῦ Κιρκησίου ʽφρούριον δὲ τοῦτο κυκλούμενον ὑπό τε τοῦ Ἀβώρα ποταμοῦ καὶ αὐτοῦ τοῦ Εὐφράτου, τοῖς δὲ Ἀσσυρίων ὁρίοις συναπτόμενον̓, σκεπτομένου τε τοῦ βασιλέως ποτέρᾳ τούτων χρήσασθαι δέοι πρὸς τὴν διάβασιν, ἔφοδος ἀπηγγέλθη Περσῶν ὡς καταδραμόντων τόπους Τόπους Ῥωμαίοις ὑποχειρίους.

καὶ συνταραχθῆναι μὲν ἐκ τούτου τῷ στρατοπέδῳ συνέβη: μαθὼν δὲ ὁ βασιλεὺς λῃστὰς εἶναι μᾶλλον, οἳ διαρπάσαντες τ̔??ʼ ἐν ποσὶν ἀνεχώρησαν, ἔγνω φυλακὴν ἀρκοῦσαν τοῖς ἐπὶ τὸν Τίγρητα χωρίοις καταλιπεῖν, ὡς μὴ τῆς δυνάμεως ἁπάσης σὺν αὐτῷ διὰ τῆς ἑτέρας ὁδοῦ τῇ Περσῶν ἐπιούσης ἐπικρατείᾳ λαθόντες οἱ Πέρσαι Νίσιβιν καὶ τὰ ταύτῃ προσκείμενα πάντα κακώσαιεν, εὑρόντες ἔρημα βοηθείας.

ἔδοξεν οὖν ὀκτακισχιλίους καὶ μυρίους ὁπλίτας αὐτόθι καταλειφθῆναι,

130
στρατηγεῖν δὲ τούτων Σευαστιανὸν καὶ Προκόπιον, αὐτὸν δὲ ἅμα τῇ πάσῃ δυνάμει διὰ τοῦ Εὐφράτου χωρῆσαι, διχῇ διελόντα τὴν σὺν αὐτῷ στρατιάν, ὥστε πανταχόθεν, εἴ τινες τῶν πολεμίων φανεῖεν, εἶναι τοὺς τούτοις ἀνθισταμένους, καὶ μὴ ἐπ̓ ἀδείας τὰ προσπεσόντα καταδραμεῖν.