Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

Ὄντι δὲ αὐτῷ κατὰ τὸ Σίρμιον ἐξ ἁπάσης ὡς εἰπεῖν τῆς Ἑλλάδος ἐστέλλοντο πρέσβεις, οἷς ἀποκρινάμενος τὰ προσήκοντα, καὶ ὅσα ἦν δίκαια φιλοτιμησάμενος, σὺν τῷ παρὰ Κελτῶν στρατοπέδῳ καὶ ἕτερον ἔκ τε αὐτοῦ τοῦ Σιρμίου καὶ τῶν Παίοσι καὶ Μυσοῖς ἐνιδρυμένων ταγμάτων συναγαγών, ἐπὶ τὰ πρόσω παρῄει. καταλαβὼν δὲ τὴν Νάϊσον αὐτόθι μετὰ τῶν μάντεων τὸ πρακτέον ἐσκόπει. ὡς δὲ μένειν αὐτῷ τέως κατὰ χώραν ἐδήλου τὰ ἱερά, τοῦτο ἐποίει, παρατηρῶν ἅμα καὶ τὸν τῷ ἐνυπνίῳ δηλούμενον χρόνον.

ὡς δὲ καὶ τὰ τῶν ἀστρῴων συντρέχειν ἐδόκει κινήσεων, ὄντι κατὰ τὴν Νάϊσον ἐκ τῆς Κωνσταντινουπόλεως αὐτῷ πλῆθος ἱππέων ἀπήγγειλεν ὡς Κωνστάντιος μὲν ἐτελεύτησε, καλοίη δὲ Ἰουλιανὸν ἐπὶ τὴν τῶν ὅλων ἀρχὴν τὰ στρατόπεδα. δεξάμενος δὴ τὸ παρὰ τοῦ θείου δεδωρημένον εἴχετο τῆς ἐπὶ τὰ πρόσω πορείας. ἐπεὶ δὲ εἰς τὸ Βυζάντιον παρεγένετο, πάντες μὲν αὐτὸν σὺν εὐφημίαις ἐδέχοντο, πολίτην καὶ τρόφιμον ἑαυτῶν ὀνομάζοντες οἷα δὴ ἐν ταύτῃ τεχθέντα τε καὶ τραφέντα τῇ πόλει, καὶ τὰ ἄλλα θεραπεύοντες ὡς μεγίστων τοῖς ἀνθρώποις

127

αἴτιον ἐσόμενον ἀγαθῶν. ἐν ταύτῃ τῆς πόλεως ἅμα καὶ τῶν στρατοπέδων ἐπιμελούμενος ἔδωκε μὲν τῇ πόλει γερουσίαν ἔχειν ὥσπερ τῇ Ῥώμῃ, λιμένα δὲ μέγιστον αὐτῇ δειμάμενος, τῶν ἀπὸ τοῦ νότου κινδυνευόντων ἀλεξητήριον πλοίων, καὶ στοὰν σιγματοειδῆ μᾶλλον ἢ εὐθεῖαν, ἐπὶ τὸν λιμένα κατάγουσαν, ἔτι δὲ βιβλιοθήκην ἐν τῇ βασιλέως οἰκοδομήσας στοᾷ καὶ ταύτῃ βίβλους ὅσας εἶχεν ἐναποθέμενος, ἐπὶ τὸν κατὰ Περσῶν παρεσκευάζετο πόλεμον. δέκα δὲ διατρίψας ἐν τῷ Βυζαντίῳ μῆνας κατέστησε στρατηγοὺς Ὁρμίσδην καὶ Βίκτορα, καὶ τοὺς ταξιάρχους αὐτοῖς καὶ τὰ στρατόπεδα παραδοὺς ἐπὶ τὴν Ἀντιόχειαν ἤλαυνε.

μεθ̓ ὅσης μὲν οὖν ἡσυχίας καὶ εὐλαβείας τὴν ὁδὸν ἅπασαν οἱ στρατιῶται διήνυσαν, λέγειν οὐκ ἀναγκαῖον: οὐδὲ γὰρ ἦν εἰκὸς ἀπηχές τι πρᾶξαι τούτους ὑπὸ Ἰουλιανῷ βασιλεῖ τεταγμένους. ἐπιδημήσαντα δὲ αὐτὸν τῇ Ἀντιοχείᾳ δέχεται μὲν φιλοφρόνως ὁ δῆμος: φιλοθεάμων δὲ ὤν φύσει, καὶ τρυφῇ μᾶλλον ἤ πράξεσι σπουδαίαις ἐκδεδομένος, εἰκότως τὴν περὶ τὰ πάντα τοῦ βασιλέως ἐδυσχέραινε φρόνησιν καὶ σωφροσύνην, εἴργοντός τε θεάτρων ἑαυτόν, σπανίως τε καὶ οὐδὲ διὰ πάσης θεωρουμένου τῆς ἡμέρας.