Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

ἀκμάζοντος δὲ ἤδη τοῦ θέρους διαθεὶς τὰ περὶ τοὺς ὑπὲρ τὸν Ῥῆνον βαρβάρους, καὶ τοὺς μὲν πολέμῳ σωφρονεῖν ἀναγκάσας, τοὺς δὲ τῇ πείρᾳ τῶν προλαβόντων εἰρήνην ἀγαπᾶν μᾶλλον ἢ πόλεμον πείσας, ὡς ἐς μακρὰν ἀποδημίαν διέταττε τὸ στρατόπεδον, ʽ??ʼαταστήσας δὲ ταῖς πόλεσι καὶ ταῖς ἐσχατιαῖς πολιτικούς τε καὶ στρατιωτικοὺς ἡγεμόνας ἅμα τῇ δυνάμει ᾔει εἰς τὰς Ἄλπεις.

ἐλθὼν δὲ εἰς Ῥαιτούς, ὅθεν ὁ Ἴστρος ἀρχόμενος Νωρικούς τε καὶ Παιονίαν πᾶσαν παραμείβεται καὶ προσέτι γε Δάκας καὶ τοὺς ἐν Θρᾴκῃ Μυσοὺς καὶ Σκύθας, οὕτω τε εἰς τὸν Εὔξεινον ἐξίησι πόντον, πλοῖα ποτάμια κατασκευάσας αὐτὸς μὲν ἅμα τρισχιλίοις εἰς τὸ πρόσω διὰ τοῦ Ἴστρου παρῆγε, δισμυρίους δὲ πεζῇ τὸ Σίρμιον καταλαμβάνειν διέταττεν.

ἐπεὶ δὲ ἦν συνεχὴς εἰρεσία μετὰ τῆς τοῦ ῥοῦ φορᾶς καὶ τῶν ἐτησίων ἀνέμων αὐτῷ συντελεσάντων, ἑνδεκάτῃ μὲν ἡμέρᾳ περὶ τὸ Σίρμιον ἦλθε, φοιτησάσης δὲ ἀγγελίας ὡς ὁ βασιλεὺς παρεγένετο, πάντες μὲν ὡς εἰπεῖν Κωνστάντιον ἡγοῦντο

126
εἶναι τὸν ἐπιστάντα, δεξάμενοι δὲ Ἰουλιανὸν ἐν ἐκπλήξει πάντες ἦσαν, φάσματι τὸ συμβὰν ἀπεικάζοντες. φθασάσης δὲ μετ̓ οὐ πολὺ καὶ τῆς ἀπὸ Κελτῶν αὐτῷ παρακολουθούσης δυνάμεως, τῇ Ῥωμαίων γερουσίᾳ καὶ ταῖς ἐν τῇ Ἰταλίᾳ δυνάμεσιν ἔγραφεν ἔχειν ἐν ἀσφαλεῖ τὰς πόλεις ὡς αὐτοῦ βασιλεύοντος.

ἐπεὶ δὲ Ταῦρος καὶ Φλωρέντιος οἱ κατ̓ ἐκεῖνον τὸν ἐνιαυτὸν ὕπατοι, τῆς Κωνσταντίου μερίδος ὄντες, ἅμα τῷ μαθεῖν ὅτι Ἰουλιανὸς ὑπερβὰς τὰς Ἄλπεις εἰς Παιονίαν ἀφίκετο φυγῇ τὴν Ῥωμαίων ἀπέλιπον, φυγάδας μὲν αὐτοὺς ὑπάτους ἐν τοῖς συμβολαίοις ἐκέλευε γράφεσθαι, πάσας δὲ τὰς πόλεις ἃς ἔτυχεν ἤδη διαδραμὼν ἐφιλοφρονεῖτο, χρηστὰς ἐναποτιθέμενος πᾶσιν ἐλπίδας. ἔγραφε δὲ καὶ Ἀθηναίοις καὶ Λακεδαιμονίοις καὶ Κορινθίοις, τὰς αἰτίας τῆς σφετέρας ἐμφαίνων ἀφίξεως.

Ὄντι δὲ αὐτῷ κατὰ τὸ Σίρμιον ἐξ ἁπάσης ὡς εἰπεῖν τῆς Ἑλλάδος ἐστέλλοντο πρέσβεις, οἷς ἀποκρινάμενος τὰ προσήκοντα, καὶ ὅσα ἦν δίκαια φιλοτιμησάμενος, σὺν τῷ παρὰ Κελτῶν στρατοπέδῳ καὶ ἕτερον ἔκ τε αὐτοῦ τοῦ Σιρμίου καὶ τῶν Παίοσι καὶ Μυσοῖς ἐνιδρυμένων ταγμάτων συναγαγών, ἐπὶ τὰ πρόσω παρῄει. καταλαβὼν δὲ τὴν Νάϊσον αὐτόθι μετὰ τῶν μάντεων τὸ πρακτέον ἐσκόπει. ὡς δὲ μένειν αὐτῷ τέως κατὰ χώραν ἐδήλου τὰ ἱερά, τοῦτο ἐποίει, παρατηρῶν ἅμα καὶ τὸν τῷ ἐνυπνίῳ δηλούμενον χρόνον.

ὡς δὲ καὶ τὰ τῶν ἀστρῴων συντρέχειν ἐδόκει κινήσεων, ὄντι κατὰ τὴν Νάϊσον ἐκ τῆς Κωνσταντινουπόλεως αὐτῷ πλῆθος ἱππέων ἀπήγγειλεν ὡς Κωνστάντιος μὲν ἐτελεύτησε, καλοίη δὲ Ἰουλιανὸν ἐπὶ τὴν τῶν ὅλων ἀρχὴν τὰ στρατόπεδα. δεξάμενος δὴ τὸ παρὰ τοῦ θείου δεδωρημένον εἴχετο τῆς ἐπὶ τὰ πρόσω πορείας. ἐπεὶ δὲ εἰς τὸ Βυζάντιον παρεγένετο, πάντες μὲν αὐτὸν σὺν εὐφημίαις ἐδέχοντο, πολίτην καὶ τρόφιμον ἑαυτῶν ὀνομάζοντες οἷα δὴ ἐν ταύτῃ τεχθέντα τε καὶ τραφέντα τῇ πόλει, καὶ τὰ ἄλλα θεραπεύοντες ὡς μεγίστων τοῖς ἀνθρώποις

127

αἴτιον ἐσόμενον ἀγαθῶν. ἐν ταύτῃ τῆς πόλεως ἅμα καὶ τῶν στρατοπέδων ἐπιμελούμενος ἔδωκε μὲν τῇ πόλει γερουσίαν ἔχειν ὥσπερ τῇ Ῥώμῃ, λιμένα δὲ μέγιστον αὐτῇ δειμάμενος, τῶν ἀπὸ τοῦ νότου κινδυνευόντων ἀλεξητήριον πλοίων, καὶ στοὰν σιγματοειδῆ μᾶλλον ἢ εὐθεῖαν, ἐπὶ τὸν λιμένα κατάγουσαν, ἔτι δὲ βιβλιοθήκην ἐν τῇ βασιλέως οἰκοδομήσας στοᾷ καὶ ταύτῃ βίβλους ὅσας εἶχεν ἐναποθέμενος, ἐπὶ τὸν κατὰ Περσῶν παρεσκευάζετο πόλεμον. δέκα δὲ διατρίψας ἐν τῷ Βυζαντίῳ μῆνας κατέστησε στρατηγοὺς Ὁρμίσδην καὶ Βίκτορα, καὶ τοὺς ταξιάρχους αὐτοῖς καὶ τὰ στρατόπεδα παραδοὺς ἐπὶ τὴν Ἀντιόχειαν ἤλαυνε.