Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

Εἰ τοίνυν, ὡς τὸ θεοπρόπιόν φησι καὶ τὸ ἀληθὲς

65
ἔχει, τούτων ἁπάντων κατὰ θεσμὸν ἐπιτελουμένων ἐφυλάττετο μὲν ἡ Ῥωμαίων ἀρχή, καὶ διετέλεσαν τὴν καθ̓ ἡμᾶς πᾶσαν ὡς εἰπεῖν οἰκουμένην ὑφ̓ ἑαυτοὺς ἔχοντες: ἀμεληθείσης δὲ τῆς ἑορτῆς ἀποθεμένου Διοκλητιανοῦ τὴν βασιλείαν, ὑπερρύη κατὰ βραχὺ καὶ ἔλαθε κατὰ τὸ πλέον βαρβαρωθεῖσα, ὡς αὐτὰ ἡμῖν τὰ πράγματα ἔδειξεν. βούλομαι δὲ καὶ ἐκ τῶν χρόνων ἀληθῆ δεῖξαι τὸν λόγον.

ἀπὸ γὰρ τῆς Χίλωνος καὶ Λίβωνος ὑπατείας, καθ̓ ἣν Σεβῆρος τὴν τῶν Σεκουλαρίων ἤγαγεν ἑορτήν, ἄχρις ὅτε Διοκλητιανὸς ἐνάκις ὀκτάκις δὲ Μαξιμιανὸς γεγόνασιν ὕπατοι, διέδραμεν εἷς ἐνιαυτὸς πρὸς τοῖς ἑκατόν, καὶ τότε Διοκλητιανὸς ἰδιώτης ἐκ βασιλέως ἐγένετο καὶ Μαξιμιανὸς ταὐτὸν τοῦτο πεποίηκεν. τρὶς δὲ ἤδη γεγονότων ὑπάτων Κωνσταντίνου καὶ Λικιννίου τῶν δέκα καὶ ἑκατὸν ἐνιαυτῶν ὁ χρόνος συνεπληροῦτο, καθ̓ ὃν ἔδει τὴν ἑορτὴν κατὰ τὸ νενομισμένον ἀχθῆναι. τούτου δὲ μὴ φυλαχθέντος ἔδει γ̓ ἄῤ εἰς τὴν νῦν συνέχουσαν ἡμᾶς ἐλθεῖν τὰ πράγματα δυσκληρίαν.