Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

Ἀλλ̓ ὁπόταν μήκιστος ἴῃ χρόνος ἀνθρώποισι ζωῆς, εἰς ἐτέων ἑκατὸν δέκα κύκλον ὁδεύων,
62
μεμνῆσθαι, Ῥωμαῖε, καὶ εἰ μάλα λῆσαι εαυτὸς, μεμνῆσθαι τάδε πάντα, θεοῖσι μὲν ἀθανάτοισι ῥέζειν ἐν πεδίῳ παρὰ Θύβριδος ἄπλετον ὕδωρ, ὅππῃ στεινότατον, νὺξ ἡνίκα γαῖαν ἐπέλθῃ ἠελίου κρύψαντος ἑὸν φάος: ἔνθα σὺ ῥέζειν ἱερὰ παντογόνοις Μοίραις ἄρνας τε καὶ αἶγας κυανέας, ἐπὶ ταῖς δ̓ Εἰλειθυίας ἀρέσασθαι παιδοτόκους θυέεσσιν, ὅπῃ θέμις: αὖθι δὲ Γαίῃ πληθομένῃ χώροις ὗς ἱρεύοιτο μέλαινα.
63
πάνλευκοι ταῦροι δὲ Διὸς παρὰ βωμὸν ἀγέσθων ἤματι, μηδ̓ ἐπὶ νυκτί: θεοῖσι γὰρ οὐρανίοισιν ἡμέριος πέλεται θυέων τρόπος, ὣς δὲ καὶ αὐτός ἱρεύειν. δαμάλης τε βοὸς δέμας ἀγλαὸν Ἥρης δεξάσθω νηὸς παρὰ σεῦ. καὶ Φοῖβος Ἀπόλλων, ὅστε καὶ Ἠέλιος κικλήσκεται, ἶσα δεδέχθω θύματα Λητοΐδης. καὶ ἀειδόμενοί τε Λατῖνοι παιᾶνες κούροισι κόρῃσί τε νηὸν ἔχοιεν ἀθανάτων. χωρὶς δὲ κόραι χορὸν αὐταὶ ἔχοιεν, καὶ χωρὶς παίδων ἄρσην στάχυς, ἀλλὰ γονήων πάντες ζωόντων, οἷς ἀμφιθαλὴς ἔτι φύτλη. αἱ δὲ γάμου ζεύγλαις δεδμημέναι ἤματι κείνῳ γνὺξ Ἥρης παρὰ βωμὸν ἀοίδιμον ἑδριόωσαι
64
δαίμονα λισσέσθωσαν. ἅπασι δὲ λύματα δοῦναι ἀνδράσιν ἠδὲ γυναιξί, μάλιστα δὲ θηλυτέρῃσιν. πάντες δ̓ ἐξ οἴκοιο φερέσθων ὅσσα κομίζειν ἐστὶ θέμις θνητοῖσιν ἀπαρχομένοις βιότοιο, δαίμοσι μειλιχίοισιν ἱλάσματα καὶ μακάρεσσιν Οὐρανίδαις. τὰ δὲ πάντα τεθησαυρισμένα κείσθω, ὄφρα τε θηλυτέρῃσι καὶ ἀνδράσιν ἑδριόωσιν ἔνθεν πορσύνῃς μεμνημένος. ἤμασι δ̓ ἔστω νυξί τ̓ ἐπασσυτέρῃσι θεοπρέπτους κατὰ θώκους παμπληθὴς ἄγυρις. σπουδὴ δὲ γέλωτι μεμίχθω. ταῦτά τοι ἐν φρεσὶν ᾗσιν ἀεὶ μεμνημένος εἶναι, καί σοι πᾶσα χθὼν Ἰταλὴ καὶ πᾶσα Λατίνων αἰὲν ὑπὸ σκήπτροισιν ἐπαυχένιον ζυγὸν ἕξει.