Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

Μαγνέντιος μὲν οὖν τοῦτον ἀνῃρέθη τὸν τρόπον, ἔτη βασιλεύσας τρία καὶ μῆνας ἔτι πρὸς τούτοις ἕξ, γένος μὲν ἕλκων ἀπὸ βαρβάρων, μετοικήσας δὲ εἰς Λετούς, ἔθνος Γαλατικόν, παιδείας τε τῆς Λατίνων μετασχών, ἐν μὲν τοῖς πλεονεκτήμασι τῆς τύχης θρασύς, δειλὸς δὲ ἐν ταῖς περιστάσεσι, τὴν ἐνοῦσαν αὐτῷ φύσει κακοήθειαν κρύψαι δεινὸς καὶ τοῖς ἀγνοοῦσι τὸν αὐτοῦ τρόπον εὐήθης εἶναι καὶ χρηστὸς νομιζόμενος.

Ταῦτα μὲν οὖν περὶ Μαγνεντίου προήχθην εἰπεῖν, ἐπειδή τισιν ἔδοξεν ἀγαθῶν αἴτιος γεγενῆσθαι κατὰ τὸν καιρὸν τῆς

110
αὐτοῦ βασιλείας τοῖς πράγμασιν, ὥστε γνωσθῆναι περὶ αὐτοῦ τἀληθῆ, καὶ ὡς οὐδὲν ἐξ ἀγαθῆς αὐτῷ πεποίηται προαιρέσεως. Δεκέντιος δὲ παρὰ Μαγνεντίου μεταπεμφθεὶς εἰς βοήθειαν καὶ τῆς ἐπὶ τὴν Ἰταλίαν ὁδοιπορίας ἐχόμενος, ἅμα τῷ πυθέσθαι τὰ τούτῳ συμβάντα στρατιωτικοῖς τάγμασι καὶ ἴλαις περιπεσὼν οὐδεμίαν τε ὁρῶν σωτηρίας ἐλπίδα, βρόχω περιστρέψας τὸν τράχηλον ἀπηλλάγη.