Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

Ἄξιον δὲ τὰ περὶ Μενελάου λεγόμενα μὴ παραδραμεῖν σιωπῇ. τοῦτόν φασι τρία κατὰ ταὐτὸν ἐναρμόζοντα τῷ τόξῳ βέλη, καὶ χρώμενον ἀφέσει μιᾷ, μὴ καθ̓ ἑνὸς σώματος ἀλλὰ τριῶν ἐμπηγνύναι τὰ βέλη, τούτῳ δὲ τῷ τρόπῳ τῆς τοξείας χρησάμενον πλῆθος μὲν οὐκ ὀλίγον κατατοξεῦσαι τῶν πολεμίων, αἴτιόν τε ὡς εἰπεῖν γενέσθαι τῆς τῶν ἐναντίων φυγῆς.

ἀλλ̓ ἔπεσε μὲν καὶ οὗτος, τοῦ πάσης ἐξηγουμένου τῆς Μαγνεντίου στρατιᾶς αὐτὸν ἀνελόντος, ἔπεσε δὲ ἅμα τούτῳ καὶ Ῥωμύλος, βέλει μὲν πρότερον παρὰ Μενελάου πεμφθέντι βληθείς, οὐδὲ μετὰ τὴν πληγὴν δὲ τοῦ πολεμεῖν ἀποστάς, ἕως ὅτε καὶ αὐτὸν τὸν βαλόντα ἀνεῖλεν.

Ὑπερτέρου τοίνυν κατὰ τὴν μάχην τοῦ Κωνσταντίου γενομένου καὶ τῶν Μαγνεντίου στρατευμάτων λαμπρῶς ἤδη

109
φευγόντων, φόνος μὲν παμπληθὴς ἀνδρῶν τε καὶ ἵππων καὶ τῶν ἄλλων ὑποζυγίων ἐγίνετο: πάσαις δὲ ταῖς ἐλπίσιν ἀπογνοὺς ὁ Μαγνέντιος, δεδιὼς μή ποτε παρὰ τῶν ἔτι λελειμμένων ἐκδοθείη τῷ Κωνσταντίῳ, διενοεῖτο τοὺς περὶ Παιονίαν τόπους καταλιπὼν ἐκδραμεῖν ἐπὶ τὴν Ἰταλίαν, κἀκεῖθεν συναγαγὼν δύναμιν ἑτέραν ἀναμάχεσθαι.

ἐπεὶ δὲ τοὺς κατὰ τὴν Ῥώμην ἔγνω τὰ Κωνσταντίου φρονοῦντας ἢ τῷ μίσει τῷ πρὸς αὐτὸν ἢ τῷ τὰ κατὰ τὴν μάχην γεγενημένα μαθεῖν, τὰς Ἄλπεις ὑπεραναβῆναι διέγνω καὶ ἐκ τῶν ἐκεῖσε βιοτευόντων ἐθνῶν ἀσφάλειαν τέως ἑαυτῷ περινοῆσαι.