Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

τῶν δὲ στρατηγῶν ἀνδρείας καὶ ἀρετῆς ἔργα κατὰ τὴν μάχην ἐπιδειξαμένων μέγιστα, πίπτουσιν ἄλλοι τε καὶ Ἀρκάδιος ὁ τοῦ τάγματος τῶν Ἀβούλκων ἡγούμενος καὶ Μενέλαος ὁ τῶν ἐξ Ἀρμενίας ἱπποτοξοτῶν ἄρχειν τεταγμένος.

Ἄξιον δὲ τὰ περὶ Μενελάου λεγόμενα μὴ παραδραμεῖν σιωπῇ. τοῦτόν φασι τρία κατὰ ταὐτὸν ἐναρμόζοντα τῷ τόξῳ βέλη, καὶ χρώμενον ἀφέσει μιᾷ, μὴ καθ̓ ἑνὸς σώματος ἀλλὰ τριῶν ἐμπηγνύναι τὰ βέλη, τούτῳ δὲ τῷ τρόπῳ τῆς τοξείας χρησάμενον πλῆθος μὲν οὐκ ὀλίγον κατατοξεῦσαι τῶν πολεμίων, αἴτιόν τε ὡς εἰπεῖν γενέσθαι τῆς τῶν ἐναντίων φυγῆς.

ἀλλ̓ ἔπεσε μὲν καὶ οὗτος, τοῦ πάσης ἐξηγουμένου τῆς Μαγνεντίου στρατιᾶς αὐτὸν ἀνελόντος, ἔπεσε δὲ ἅμα τούτῳ καὶ Ῥωμύλος, βέλει μὲν πρότερον παρὰ Μενελάου πεμφθέντι βληθείς, οὐδὲ μετὰ τὴν πληγὴν δὲ τοῦ πολεμεῖν ἀποστάς, ἕως ὅτε καὶ αὐτὸν τὸν βαλόντα ἀνεῖλεν.