Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

Ἀλλὰ τοῦτο βουλευομένων αὐτῶν ἧκεν Τιτιανός, εἷς τῶν ἀπὸ τῆς ἐν Ῥώμῃ συγκλήτου βουλῆς, λόγους ἀπὸ Μαγνεντίου φέρων ὑπερηφάνους, ὃς κατὰ Κωνσταντίνου καὶ τῶν ἐξ αὐτοῦ γεγονότων ἄτοπα πολλὰ συμφορήσας, καὶ τὴν τῶν πόλεων ἀπώλειαν τῇ περὶ τὴν ἀρχὴν ἀναθεὶς ἐκμελείᾳ, τῆς ἀρχῆς ἐκέλευεν ἐκστῆναι Μαγνεντίῳ Κωνστάντιον, εἰ ζῆν αὐτῷ μετ̓ ἀσφαλείας συγχωρήσειεν ἀγαπῶντα.

τοῦ δὲ θεόν τε καὶ Δίκην αἰτήσαντος γενέσθαι τιμωροὺς τοῦ Κώνσταντος φόνου, σὺν αὐτοῖς τε πολεμήσειν εἰπόντος, Τιτιανὸς μὲν πρὸς Μαγνέντιον ἐπανιέναι συνεχωρεῖτο, καὶ ταῦτα Φιλίππου παῤ ἐκείνῳ μεμενηκότος, Μαγνέντιος δὲ προαγαγὼν τὸν στρατόν, Σισκίαν ἑλὼν ἐξ ἐφόδου κατέσκαψεν, ἐπελθὼν δὲ πάντα τὰ περὶ τὸν Σάον χωρία καὶ λείαν πλείστην ἀπαγαγὼν ἐπὶ τὸ Σίρμιον ἤλαυνεν, ἀμαχητὶ καὶ ταύτην αἱρήσειν οἰόμενος.

διαμαρτὼν δὲ τῆς ἐγχειρήσεως ʽἀπεκρούσθη γὰρ ὑπό τε τοῦ πλήθους τῶν οἰκητόρων καὶ τῶν ἐπιτεταγμένων τὴν πόλιν φυλάττειν στρατιωτῶν̓ ἐπὶ τὴν Μοῦρσαν ἐχώρει ἅμα τῇ δυνάμει πάσῃ. τῶν δὲ κατὰ τὴν πόλιν ἀποκλεισάντων αὐτῷ τὰς πύλας καὶ εἰς τὰς ἐπάλξεις ἀναβάντων ἠπόρει περὶ τὸ πρακτέον ὁ Μαγνέντιος, οὔτε μηχανὰς ἔχων οὔτε ἄλλως πλησιάσαι τῷ τείχει δυνάμενος:

κατηκοντίζετο γὰρ βέλεσί τε καὶ λίθοις ὑπὸ τῶν ἐπὶ τῶν ἐπάλξεων μαχομένων. ἐπεὶ δὲ καὶ Κωνσταντίῳ τὰ περὶ τῆς πολιορκίας ἠγγέλθη, μετὰ πάσης ἐξαναστὰς τῆς δυνάμεως παρεγένετο βοηθήσων τῇ πόλει κινδυνευούσῃ, παραμείψας Κίβαλιν καὶ γῆν ἅπασαν ὅσην ὁ Δρᾶος παραρρεῖ ποταμός.