Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

Μαγνεντίου τοίνυν τὴν ἀρχὴν ἔχοντος καὶ τῶν ὑπὲρ τὰς Ἄλπεις ἐθνῶν καὶ τῆς Ἰταλίας αὐτῆς κυριεύοντος, τὴν στρατηγίαν τῶν ἐν Παιονίαις στρατοπέδων Βετρανίων ἔχειν ταχθείς, ὅτι Μαγνέντιος εἰς βασιλείαν ἤχθη πυθόμενος, εἰς τὴν αὐτὴν ἦλθεν ἐπιθυμίαν καὶ ψήφῳ τῶν αὐτόθι ταγμάτων βασιλεὺς ἀνεδείχθη, καὶ ἐν τῇ Μούρσῃ Παιονίας οὔσῃ πόλει διέτριβε. τούτων οὕτως ἐχόντων Πέρσαι μὲν τὰς τῆς ἑῴας ἐλῄζοντο πόλεις, καὶ μάλιστα τῆς μέσης τῶν ποταμῶν, Κωνστάντιος δέ, καὶ ταῦτα τῷ πρὸς αὐτοὺς ἐλαττούμενος πολέμῳ, τοῖς κατὰ Μαγνέντιον ὅμως ἐπεξελθεῖν ἐγνώκει καὶ Βετρανίωνα.

ταῦτα δὲ αὐτοῦ λογιζομένου καὶ ἐν παρασκευαῖς ὄντος, Μαγνεντίου διατρίβοντος ἐν Κελτοῖς, Νεπωτιανὸς ἐξ ἀδελφῆς Κωνσταντίνου τεχθεὶς Εὐτροπίας ὄνομα, συναγαγὼν πλῆθος οὐ καθεστώτων ἀνθρώπων ἀλλὰ λῃστείᾳ καὶ ἐκδεδιῃτημένῳ βίῳ τὰ καθ̓ ἑαυτοὺς παραδόντων, ἔπεισι τῇ Ῥώμῃ βασιλικὸν σχῆμα δεικνύς.

Ἀνικήτου δὲ τοῦ παρὰ Μαγνεντίου κατασταθέντος ὑπάρχου τῆς αὐλῆς τῶν ἀπὸ τοῦ δήμου τινὰς ἐξοπλίσαντος καὶ τῆς πόλεως ἐξαγαγόντος ὡς δὴ Νεπωτιανῷ πολεμήσοντας, μάχη μὲν ἐγίνετο καρτερά, τῶν δὲ Ῥωμαίων οἷα δὴ ἀπείρων καὶ ἀσυντάκτων οὐ σὺν πολλῷ πόνῳ τραπέντων, φεύγοντας αὐτοὺς ὁ τῆς αὐλῆς ὕπαρχος θεασάμενος καὶ ἐπὶ τῇ πόλει δεδιὼς τὰς πύλας ἀπέκλεισεν:

οὓς οὐ δυνηθέντας διαφυγεῖν ἐπιδιώξαντες οἱ Νεπωτιανοῦ στρατιῶται πάντας ἀπώλεσαν. ἀλλὰ Νεπωτιανὸν μὲν οὐ πολλαῖς ἡμέραις ὕστερον ἐκπέμψας Μαγνέντιος δύναμιν, ἡγουμένου Μαρκελλίνου τοῦ τὴν ἀρχὴν ἐπιτετραμμένου τῶν περὶ τὴν αὐλὴν τάξεων, ὃν μάγιστρον ὀφφικίων καλοῦσιν, ἀνεῖλε: