Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

μετὰ δὲ ταῦτα νόσων καὶ πολέμων ἐνσκηψάντων ἔτει μετὰ τὸν τῆς πόλεως οἰκισμὸν πεντακοσιοστῷ δευτέρῳ, λύσιν εὑρεῖν ἡ γερουσία τῶν κακῶν ἐκ τῶν Σιβύλλης βουλομένη χρησμῶν, τοῖς εἰς τοῦτο τεταγμένοις ἀνδράσιν δέκα τοὺς χρησμοὺς ἀνερευνῆσαι παρεκελεύσατο. τῶν δὲ λογίων παυθήσεσθαι τὸ κακόν, εἰ θύσαιεν Ἅιδῃ καὶ Περσεφόνῃ, προαγορευσάντων, ἀναζητήσαντες τὸν τόπον Ἅιδῃ καὶ Περσεφόνῃ κατὰ τὸ προσταχθὲν καθήγισαν, --- Μάρκου Ποπιλίου τὸ τέταρτον ὑπατεύοντος.

καὶ τῆς ἱερουργίας συντελεσθείσης τῶν ἐπικειμένων ἀπαλλαγέντες τὸν βωμὸν αὖθις ἐκάλυψαν, ἐν ἐσχάτῳ που κείμενον τοῦ Ἀρείου πεδίου. ταύτης ἐπὶ χρόνον τῆς θυσίας ἀμεληθείσης, αὖθίς τινων συμπεσόντων ἀποθυμίων ἀνενεώσατο τὴν ἑορτὴν Ὀκταβιανὸς ὁ σεβαστός, --- ὑπάτων ὄντων Λουκίου Κηνσωρίνου καὶ Μανίου Μανιλίου Πουηλίου, τὸν θεσμὸν Ἀτηίου Καπίτωνος ἐξηγησαμένου,

59
τοὺς δὲ χρόνους, καθ̓ οὕς ἔδει τὴν θυσίαν γενέσθαι καὶ τὴν θεωρίαν ἀχθῆναι, τῶν πεντεκαίδεκα ἀνδρῶν, οἳ τὰ Σιβύλλης θέσφατα φυλάττειν ἐτάχθησαν, ἀνερευνησάντων.

μετὰ δὲ τὸν Σεβαστὸν Κλαύδιος ἤγαγεν τὴν ἑορτήν, οὐ φυλάξας τὸν τῶν ὡρισμένων ἐτῶν ἀριθμόν. μεθ̓ ὃν Δομετιανὸς τὸν Κλαύδιον παραπεμψάμενος, καὶ τὴν περίοδον τῶν ἐτῶν ἀφ̓ οὗ τὴν ἑορτὴν ὁ Σεβαστὸς ἐπετέλεσεν ἀριθμήσας, ἔδοξεν τὸν ἐξ ἀρχῆς παραδοθέντα φυλάττειν θεσμόν. ἐπὶ τούτοις ὁ Σεβῆρος τῶν δέκα καὶ ἑκατὸν ἐνστάντων ἐτῶν ἅμα τοῖς παισὶν Ἀντωνίνῳ καὶ Γέτᾳ τὴν αὐτὴν ἑορτὴν κατεστήσατο, Χίλωνος καὶ Λίβωνος ὄντων ὑπάτων.

60