Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

Καίσαρα δὲ καταστήσας ἤδη τὸν ἑαυτοῦ παῖδα Κωνσταντῖνον, ἀποδείξας δὲ σὺν αὐτῷ καὶ Κωνστάντιον καὶ Κώνσταντα παῖδας ὄντας αὐτῷ, ηὔξησε τὴν Κωνσταντινούπολιν εἰς μέγεθος πόλεως σφόδρα μεγίστης, ὥστε καὶ τῶν μετ̓ αὐτὸν αὐτοκρατόρων τοὺς πολλοὺς τὴν οἴκησιν ἑλομένους τὴν ἐν αὐτῇ πλῆθος ὑπὲρ τὴν χρείαν συναγαγεῖν, τῶν ἁπανταχοῦ γῆς ἢ στρατείας ἢ ἐμπορίας ἕνεκεν ἢ ἄλλων ἐπιτηδευμάτων εἰς ταύτην ἀγειρομένων:

διὸ καὶ τείχεσιν ἑτέροις, πολλῷ μείζοσιν ὧν Κωνσταντῖνος ἐποίησεν, αὐτὴν περιέβαλον, καὶ τὰς οἰκήσεις οὕτως εἶναι συνεχώρησαν συνεχεῖς ὥστε καὶ οἰκουροῦντας καὶ ἐν ταῖς ἀγοραῖς ὄντας στενοχωρεῖσθαι τοὺς ταύτης οἰκήτορας καὶ μετὰ κινδύνου βαδίζειν διὰ τὴν τῶν ἀνθρώπων καὶ ζῴων πολυπλήθειαν. ἐπεγαιώθη δὲ καὶ τῆς περὶ αὐτὴν θαλάσσης οὐκ ὀλίγον, πάλων κύκλῳ παγέντων καὶ οἰκοδομημάτων αὐτοῖς ἐπιτεθέντων, ἃ καὶ καθ̓ ἑαυτὰ πόλιν ἀρκεῖ μεγάλην πληρῶσαι.