Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

Κωσταντῖνος δὲ τὰ καλῶς καθεστῶτα κινῶν μίαν οὖσαν ἐς τέσσαρας διεῖλεν ἀρχάς. ὑπάρχῳ γὰρ ἑνὶ τὴν Αἴγυπτον ἅπασαν πρὸς τῇ Πενταπόλει Λιβύης καὶ τὴν ἑῴαν ἄχρι Μεσοποταμίας καὶ προσέτι γε Κίλικας καὶ Καππάδοκας καὶ Ἀρμενίους καὶ τὴν παράλιον ἅπασαν ἀπὸ Παμφυλίας ἄχρι Τραπεζοῦντος καὶ τῶν παρὰ τὸν Φᾶσιν φρουρίων παρέδωκεν, τῷ αὐτῷ καὶ Θρᾴκην ἐπιτρέψας, Μυσίᾳ τε μέχρις Ἀσήμου καὶ Ῥοδόπῃ μέχρι Τοπήρου πόλεως ὁριζομένην, καὶ Κύπρον μέντοι καὶ τὰς Κυκλάδας νήσους δίχα Λήμνου καὶ Ἴμβρου καὶ Σαμοθρᾴκης:

ἑτέρῳ δὲ Μακεδόνας καὶ Θεσσαλοὺς καὶ Κρῆτας καὶ τὴν Ἑλλάδα καὶ τὰς περὶ αὐτὴν νήσους καὶ ἀμφοτέρας Ἠπείρους, καὶ πρὸς ταύταις Ἰλλυριοὺς καὶ Δάκας καὶ Τριβαλλοὺς καὶ τοὺς ἄχρι τῆς Βαλερίας Παίονας, καὶ ἐπὶ τούτοις τὴν ἄνω Μυσίαν: τῷ δὲ τρίτῳ τὴν Ἰταλίαν ἅπασαν καὶ Σικελίαν καὶ τὰς περὶ αὐτὴν νήσους καὶ ἔτι γε Σαρδόνα καὶ Κύρνον καὶ τὴν ἀπὸ Σύρτεων κέρνης ἄχρι Λιβύην, τῷ δὲ τετάρτῳ τοὺς ὑπὲρ τὰς Ἄλπεις Κελτούς τε καὶ Ἴβηρας πρὸς τῇ Βρεττανικῇ νήσῳ.