Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

οὗτος δὲ ὁ βωμὸς καὶ ἡ τῆς ἱερουργίας κατάστασις ἀρχὴν ἔλαβεν ἐξ αἰτίας τοιᾶσδε. Ῥωμαίοις καὶ Ἀλβανοῖς πόλεμος ἦν: ὄντων δὲ ἀμφοτέρων ἐν ὅπλοις ἐπεφάνη τις τερατώδης τὴν ὄψιν, ἠμφιεσμένος δέρματι μέλανι, καὶ βοῶν ὡς Ἅιδης καὶ Περσεφόνη, πρὶν εἰς χεῖρας ἐλθεῖν,

θυσίαν ὑπὸ γῆν αὐτοῖς ποιῆσαι προσέταξαν. καὶ ταῦτα εἰπὼν ἀφανὴς γίνεται. τότε τοίνυν οἱ Ῥωμαῖοι ταραχθέντες ἐπὶ τῷ φάσματι καὶ τὸν βωμὸν ὑπὸ γῆς ἵδρυσαν, καὶ τὴν θυσίαν πεποιηκότες χώματι βάθους εἴκοσι ποδῶν κατεκάλυψαν τὸν βωμόν, ὡς ἂν πλὴν Ῥωμαίων ἅπασι τοῖς ἄλλοις ἄδηλον εἴη. τοῦτον ὁ Οὐαλέσιος εὑρὼν καὶ τὴν θυσίαν καὶ τὰς παννυχίδας ἐπιτελέσας ἐκλήθη Μάνιος Οὐαλέριος Ταραντῖνος: τούς τε γὰρ χθονίους θεοὺς μάνης καλοῦσι Ῥωμαῖοι, καὶ τὸ ὑγιαίνειν βαλῆρε, Ταραντῖνος δὲ ἀπὸ τῆς ἐν τῷ Τάραντι θυσίας.

χρόνοις δὲ ὕστερον λοιμοῦ συμβάντος τῇ πόλει τῷ πρώτῳ μετὰ τοὺς βασιλέας ἔτει, Πόπλιος Βαλέριος Ποπλικόλας ἐν τούτῳ τῷ βωμῷ θύσας Ἅιδῃ καὶ Περσεφόνῃ μέλανα βοῦν

58
καὶ δάμαλιν μέλαιναν ἠλευθέρωσε τῆς νόσου τὴν πόλιν, ἐπιγράψας τῷ βωμῷ ταῦτα. Πόπλιος Βαλέριος Ποπλικόλας τὸ πυροφόρον πεδίον Ἅιδῃ καὶ Περσεφόνῃ καθιέρωσα καὶ θεωρίας ἤγαγον Ἅιδῃ καὶ Περσεφόνῃ ὑπὲρ τῆς Ῥωμαίων ἐλευθερίας.

μετὰ δὲ ταῦτα νόσων καὶ πολέμων ἐνσκηψάντων ἔτει μετὰ τὸν τῆς πόλεως οἰκισμὸν πεντακοσιοστῷ δευτέρῳ, λύσιν εὑρεῖν ἡ γερουσία τῶν κακῶν ἐκ τῶν Σιβύλλης βουλομένη χρησμῶν, τοῖς εἰς τοῦτο τεταγμένοις ἀνδράσιν δέκα τοὺς χρησμοὺς ἀνερευνῆσαι παρεκελεύσατο. τῶν δὲ λογίων παυθήσεσθαι τὸ κακόν, εἰ θύσαιεν Ἅιδῃ καὶ Περσεφόνῃ, προαγορευσάντων, ἀναζητήσαντες τὸν τόπον Ἅιδῃ καὶ Περσεφόνῃ κατὰ τὸ προσταχθὲν καθήγισαν, --- Μάρκου Ποπιλίου τὸ τέταρτον ὑπατεύοντος.